1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

23

ηὐχόμεθα καὶ προετρεπόμεθα ἐλθεῖν αὐτοὺς εἰς τὴν κρίσιν καί, εἴπερ δύνανται, διελέγξαι. ὢ τῆς πολλῆς πλεονεξίας· ὢ τῆς δεινῆς ὑπερηφανίας· μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ὢ 38.4 κακῆς καὶ ὑπευθύνου συνειδήσεως. τοῦτο γὰρ πᾶσι πεφανέρωται. ὅθεν, ἀγαπητοὶ ἀδελφοί, ὑπομιμνήσκομεν καὶ προτρεπόμεθα ὑμᾶς πρὸ πάντων τὴν ὀρθὴν πίστιν τῆς κα θολικῆς ἐκκλησίας κατέχειν. πολλὰ μὲν γὰρ καὶ δεινὰ καὶ χαλεπὰ πεπόνθατε, πολλὰς δὲ ὕβρεις καὶ ἀδικίας ὑπέμεινεν ἡ καθολικὴ ἐκκλησία, ἀλλ' «ὁ ὑπομείνας εἰς τέλος οὗτος σω θήσεται». διόπερ κἂν ἔτι ποιεῖν τολμήσωσι καθ' ὑμῶν, ἡ θλῖψις ἀντὶ χαρᾶς ὑμῖν ἔστω· τὰ γὰρ τοιαῦτα παθήματα μέρος ἐστὶ μαρτυρίου καὶ αἱ τοιαῦται ὑμῶν ὁμολογίαι καὶ αἱ βάσανοι οὐκ ἄμισθοι τυγχάνουσιν, ἀλλ' ἀπολήψεσθε παρὰ τοῦ θεοῦ τὰ ἔπαθλα. 38.5 διότι μάλιστα ἀγωνίζεσθε ὑπὲρ τῆς ὑγιαινούσης πίστεως καὶ τῆς καθαρότητος τοῦ ἐπι σκόπου ὑμῶν Ἀθανασίου τοῦ συλλειτουργοῦ ἡμῶν. καὶ γὰρ οὐδὲ ἡμεῖς παρεσιωπή σαμεν οὐδὲ ἠμελήσαμεν τῆς ὑμῶν ἀμεριμνίας χάριν, ἀλλ' ἐφροντίσαμεν καὶ πεποιήκαμεν, ἅπερ ὁ τῆς ἀγάπης λόγος ἀπαιτεῖ. συμπάσχομεν γὰρ τοῖς πάσχουσιν ἀδελφοῖς ἡμῶν, καὶ τὰ ἐκείνων παθήματα ἴδια ἡγούμεθα· [καὶ τοῖς δάκρυσιν ὑμῶν τὰ ἡμέτερα δάκρυα συνεμίξαμεν, οὐχ ὑμεῖς δὲ μόνοι πεπόνθατε, ἀδελφοί, ἀλλὰ καὶ πολλοὶ ἄλλοι συλλειτουργοὶ ἡμῶν ταῦτα ἐλθόντες ἀπωδύραντο.

39.1 ∆ιόπερ] ἀνηνέγκαμεν τοίνυν καὶ ἠξιώσαμεν τοὺς εὐσεβεστάτους καὶ θεοφιλεστάτους βασιλέας, ὅπως ἡ φιλανθρωπία αὐτῶν καὶ τοὺς ἔτι κάμνοντας καὶ πιεζομένους ἀνεθῆναι κελεύσῃ, καὶ προστάξωσι μηδένα τῶν δικαστῶν, οἷς περὶ μόνων τῶν δημοσίων μέλειν προσήκει, μήτε κρίνειν κληρικοὺς μήτε ὅλως τοῦ λοιποῦ προφάσει τῶν ἐκκλησιῶν ἐπι χειρεῖν τι κατὰ τῶν ἀδελφῶν, ἀλλ' ἵνα ἕκαστος χωρίς τινος διωγμοῦ, χωρίς τινος βίας καὶ πλεονεξίας, ὡς εὔχεται καὶ βούλεται, ζῇ καὶ μεθ' ἡσυχίας καὶ εἰρήνης τὴν καθολικὴν 39.2 καὶ ἀποστολικὴν πίστιν μετέρχηται. Γρηγόριος μέντοι ὁ παρανόμως παρὰ τῶν αἱρετικῶν λεγόμενος κατασταθῆναι καὶ εἰς τὴν ὑμετέραν πόλιν παρ' αὐτῶν ἀποσταλείς, καὶ τοῦτο γὰρ γινωσκέτω ὑμῶν ἡ ὁμοψυχία, ὅτι κρίσει τῆς ἱερᾶς πάσης συνόδου κα θῃρέθη, εἰ καὶ τὰ μάλιστα οὐδεπώποτε οὐδὲ ὡς ἐπίσκοπος ὅλως γενόμενος ἐνομίσθη. 39.3 χαίρετε τοίνυν ἀπολαμβάνοντες ἑαυτῶν τὸν ἐπίσκοπον Ἀθανάσιον· διὰ τοῦτο γὰρ καὶ μετ' εἰρήνης αὐτὸν ἀπελύσαμεν. ὅθεν καὶ παραινοῦμεν πᾶσι τοῖς ἢ διὰ φόβον ἢ διὰ περιδρομήν τινων κοινωνήσασι Γρηγορίῳ, ἵνα νῦν ὑπομνησθέντες καὶ προτραπέντες καὶ ἀναπεισθέντες παρ' ἡμῶν παύσωνται τῆς πρὸς ἐκεῖνον μυσαρᾶς κοινωνίας καὶ λοιπὸν ἑαυτοὺς συνάψωσι τῇ καθολικῇ ἐκκλησίᾳ.

40.1 Ἐπειδὴ δὲ ἔγνωμεν ὅτι καὶ Ἀφθόνιος καὶ Ἀθανάσιος ὁ Καπίτωνος καὶ Παῦλος καὶ Πλουτίων οἱ συμπρεσβύτεροι ἡμῶν συσκευὴν καὶ αὐτοὶ πεπόνθασιν ὑπὸ τῶν περὶ Εὐσέβιον, ὥστε τοὺς μὲν ἐξορισμοῦ πειραθῆναι, τοὺς δὲ καὶ θανάτων ἀπειλὰς διαπεφευγέναι, τούτου ἕνεκεν καὶ περὶ τούτου δηλῶσαι ὑμῖν ἀναγκαῖον ἡγησάμεθα, ἵνα γινώσκητε ὅτι καὶ τούτους ἀπεδεξάμεθα καὶ ἀθώους ἀπελύσαμεν εἰδότες ὅτι πάντα τὰ παρὰ τῶν περὶ Εὐσέβιον κατὰ τῶν ὀρθοδόξων γενόμενα ἐπὶ δόξῃ καὶ συστάσει τῶν συσκευασθέντων 40.2 ὑπ' αὐτῶν γέγονεν. ἔπρεπε μὲν οὖν τὸν ὑμέτερον ἐπίσκοπον, τὸν συλλειτουργὸν ἡμῶν Ἀθανάσιον, περὶ αὐτῶν ὡς περὶ ἰδίων ὑμῖν δηλῶσαι, ἐπειδὴ δὲ ὑπὲρ πλείονος μαρτυρίας καὶ τὴν ἁγίαν σύνοδον ἠθέλησεν ὑμῖν γράψαι, διὰ τοῦτο οὐκ ἀνεβαλλόμεθα, ἀλλὰ καὶ σημᾶναι ὑμῖν ἐσπουδάσαμεν, ἵν' ὥσπερ ἡμεῖς οὕτως καὶ ὑμεῖς αὐτοὺς ἀπο δέξησθε. ἄξιοι γὰρ καὶ αὐτοὶ ἐπαίνου, ὅτι διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν καὶ αὐτοὶ ἠξιώ 40.3 θησαν παρὰ τῶν αἱρετικῶν ὕβριν ὑπομεῖναι. [τίνα δέ ἐστι τὰ παρὰ τῆς ἁγίας συνόδου δογματισθέντα κατὰ Θεοδώρου καὶ Ναρκίσσου καὶ Στεφάνου καὶ Ἀκακίου καὶ Μηνοφάντου καὶ Οὐρσακίου καὶ Οὐάλεντος καὶ Γεωργίου, τῶν προισταμένων τῆς ἀρειανῆς αἱρέσεως