εὑρίσκει τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν· οἷά εἰσι· «∆ιεσώθη ἀπὸ τοῦ καύ ματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος·» καὶ πάλιν· «Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·» 28.344 καὶ πάλιν· «Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι.» Καὶ τὰ ὅμοια τούτοις δικαιοσύνης ἀληθοῦς νόησις εἴρηται· ἐπειδή τινες διαφόρως ἐξειλήφασι τὸ δίκαιον, τῶν μὲν λεγόντων, δίκαιόν ἐστι τὸ ἀποδιδόναι ἅπερ ἔλαβέ τις φυλάξαι· τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν ἀντὶ ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὅρους. Μὴ εἴπῃς γὰρ, Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησε. ∆ιὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει, ὅτι τοῦτό ἐστι τὸ ἀληθῶς δίκαιον, ἀποδι δόναι ἑκάστῳ τὸ ἴδιον. «Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.» Ἔπειτα· «Τίμα βασι λέα, καὶ τοῖς μὲν γονεῦσι τὸ καθῆκον ἀποδίδου, τοῖς δὲ πᾶσι τὸ ἴσον.» Καὶ οὗτος μὲν εἷς τύπος· δεύτερος δὲ δικαιοῦν τὴν ψυχὴν ἑαυτοῦ, τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισότητα· ἀλλὰ τῷ μὲν λογικῷ· Μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοί σου ἔστωσαν κρίματα· ὥστε κρίνειν ἑαυτὸν ἕκαστον, καὶ τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθήν· ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθὴ, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικόν· «Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συν αυλίζου. Ὅλον γὰρ τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων· ὁ δὲ σοφὸς ταμιεύεται κατὰ μέρος.» Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, καὶ τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων, ἔσται γινώσκων τὴν ἀληθῆ δικαιοσύνην. Κρίματα δὲ κατευ θύνειν ἐστὶ προηγουμένως μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ Θεοῦ νόμον, ὥς φησι· «Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντας ὑγιῶς. ∆ιάκρινε δὲ πέ νητα καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, ∆ίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς, καὶ μισητὸς εἰς ἔθνη. Αἰ δεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν.» Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ ῥητέον· ἔπειτα δὲ ἵνα ὅπερ ἑτέ ρους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρῖμα κατ ευθύνῃ, καὶ ἑαυτὸν δοκιμάζῃ, ἐπιτιμῶν μὲν ἑαυτῷ, ἐὰν πλεονεκτῇ ὁ θυμός· ἐπέχων δὲ, ἐὰν περισσεύῃ ἡ ἐπιθυμία· διεγείρων δὲ, ἐὰν ἀφυπνοῖ τὸ λογιστικὸν, λέγων· «Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι·» Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατήγορος ἑαυτοῦ γι νόμενος, κρῖμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκού σεται παρ' ἑτέρου· «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ λέγων, Μὴ μοιχεύσῃς, μοιχεύεις;» ὥσπερ γὰρ ὁ ὁδεύων καὶ κατευθύνων τὴν ὁδὸν, φθά νει εἰς τὸ τέλος· οὕτως ὁ κατευθύνων κρίματα δί καιος γνωσθήσεται καὶ σοφός. Παραβολαὶ δὲ λέγονται λόγοι, ὥσπερ εἰκόνες τῶν λεγομένων. Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὸ λεγόμενον καταλαμβάνεται. Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησί· «Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποίᾳ παραβο λῇ παραβάλωμαι αὐτήν;» ὡς τῶν κατὰ ὁμοίωσιν λεγομένων παραβολῆς οὔσης. Καὶ γὰρ λέγων· «Ὁ μοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ,» ὕστερον ἐπέφερε· 28.345 «∆ιὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ.» Εἰσὶν οὖν τοιαῦται αἱ παραβολαί· «Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατάκαυμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν·» καὶ πάλιν· «Ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ·» καὶ τὰ ὅμοια τούτοις. Ῥήσεις δὲ σο φῶν εἰσι λόγοι οὐ σεσοφισμένοι, οὐδὲ ἐν τῷ πιθανῷ ἀπατῶντες, ἀλλὰ ἠκριβωμένοι· οὐχ ὡς κατὰ πρόστα ξιν δὲ λεγόμενοι, ἀλλ' ὡς παρ' αὐτῶν γνωσθέντες, καὶ ὡς ἀποφάσεις αὐτῶν προσφερόμενοι. Οἷοί εἰσι· «Καρδίας
23