κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ· Ὑπάγετε, καὶ εὑρήσετε αὐτὴν, εἰ μὴ ἀπέθανε, τεθεραπευμένην. Οὐ γὰρ ἐμόν ἐστι τοῦτο κατόρθωμα, ἵνα καὶ πρὸς ἐμὲ τὸν οἰκτρὸν ἄν θρωπον ἔλθῃ· ἀλλὰ τοῦ Σωτῆρός ἐστιν ἡ θεραπεία, τοῦ ποιοῦντος ἐν παντὶ τόπῳ τὸ ἔλεος αὐτοῦ τοῖς ἐπι καλουμένοις αὐτόν. Κἀκείνῃ τοίνυν ἐπένευσεν ὁ Κύ ριος εὐξαμένῃ, κἀμοὶ δεδήλωκεν ἡ αὐτοῦ φιλανθρω πία, ὅτι τὸ πάθος ἐκεῖ οὔσης τῆς παιδὸς θεραπεύσει. Γέγονε γοῦν τὸ θαῦμα, καὶ ἐξελθόντες εὗρον τοὺς γο νεῖς χαίροντας, καὶ τὴν παῖδα λοιπὸν ὑγιαίνουσαν. Εἰσερχομένων δὲ δύο ἀδελφῶν τινων, καὶ λείψαν τος ἐν τῇ ὁδῷ τοῦ ὕδατος, ὁ μὲν εἷς ἀπέθανεν, ὁ δὲ ἕτε ρος ἔμελλε· μηκέτι γοῦν ἰσχύων ὁδεύειν, ἔκειτο καὶ αὐτὸς ἐπὶ τῆς γῆς τεθνήξεσθαι προσδοκῶν. Ὁ δὲ Ἀντώνιος, καθήμενος ἐν τῷ ὄρει, φωνήσας δύο μο ναχοὺς (συνέβη γὰρ ἐκεῖ τούτους εἶναι), ἤπειγε λέ γων· Λάβετε κεράμιον ὕδατος, καὶ δράμετε τὴν ἐπ' Αἴγυπτον ὁδόν· δύο γὰρ ἐρχομένων, ὁ μὲν εἷς ἄρτι τετελεύτηκεν, ὁ δὲ ἕτερος μέλλει, ἐὰν μὴ σπεύσητε. Τοῦτο γὰρ εὐχομένῳ μοι νῦν πεφανέρωται. Ἐλθόντες τοίνυν οἱ μοναχοὶ, εὗρον τὸν μὲν κείμενον νεκρὸν, καὶ ἔθαψαν, τὸν δὲ ἕτερον ἀνεκτήσαντο τῷ ὕδατι, καὶ ἀπήγαγον πρὸς τὸν γέροντα· ἦν γὰρ τὸ διάστημα ἡμέρας ὁδός. Ἐὰν δὲ ζητήσῃ τις, διὰ τί μὴ πρὸ τοῦ τελευτῆσαι τὸν ἄλλον οὐκ εἴρηκεν· οὐκ ὀρθῶς ζητεῖ τοῦτο λέγων. Οὐ γὰρ ἦν Ἀντωνίου τὸ 26.929 τοῦ θανάτου κρῖμα, ἀλλὰ τοῦ Θεοῦ, τοῦ καὶ περὶ ἐκεί νου κρίναντος, καὶ περὶ τούτου ἀποκαλύψαντος. Μό νον δὲ Ἀντωνίου τοῦτο θαῦμα ἦν, ὅτι ἐν τῷ ὄρει καθ ήμενος, εἶχε τὴν μὲν καρδίαν νήφουσαν, τὸν δὲ Κύ ριον δεικνύοντα αὐτῷ τὰ μακράν. Καὶ γάρ ποτε πάλιν, καθήμενος ἐν τῷ ὄρει καὶ ἀναβλέψας, εἶδεν ἐν τῷ ἀέρι ἀναγόμενόν τινα, πολλήν τε τῶν ἀπαντώντων γινομένην τὴν χαράν. Εἶτα θαυμάζων καὶ μακαρίζων τὸν τοιοῦτον χορὸν, ηὔχετο μαθεῖν, τί ἂν εἴη τοῦτο. Καὶ εὐθὺς ἦλθεν αὐ τῷ φωνὴ, ταύτην εἶναι τοῦ Ἀμοῦν τὴν ψυχὴν, τοῦ ἐν τῇ Νιτρίᾳ μοναχοῦ. Ἦν δὲ οὗτος ἕως γήρως ἀσκητὴς διαμείνας. Καὶ τὸ διάστημα δὲ τὸ ἀπὸ Νι τρίας ἕως τοῦ ὄρους, ἔνθα ἦν ὁ Ἀντώνιος, ἡμερῶν ἐστι δεκατριῶν. Οἱ τοίνυν ὄντες μετὰ Ἀντωνίου, βλέποντες τὸν γέροντα θαυμάζοντα, ἠξίωσαν μαθεῖν· καὶ ἤκουσαν, ὅτι ἄρτι τετελεύτηκεν ὁ Ἀμοῦν. Ἦν γὰρ γνώριμος, διὰ τὸ πυκνότερον αὐτὸν ἐκεῖ παρα γίνεσθαι, καὶ πολλὰ καὶ δι' αὐτοῦ σημεῖα γεγενῆσθαι· ἐξ ὧν ἔν ἐστι τοῦτο· Ποτὲ χρείας γενομένης παρελ θεῖν αὐτὸν τὸν ποταμὸν τὸν λεγόμενον Λύκον (ἦν δὲ τότε πλημμύρα τῶν ὑδάτων), ἠξίωσε τὸν σὺν αὐτῷ Θεόδωρον μακρὰν ἀπ' αὐτοῦ γενέσθαι, ἵνα μὴ ἀλλήλους ἴδωσι γυμνοὺς, ἐν τῷ διανήχεσθαι τὸ ὕδωρ. Εἶτα ἀπελθόντος τοῦ Θεοδώρου, ᾐσχύνετο πάλιν καὶ ἑαυτὸν ἰδεῖν γυμνόν. Ἕως τοίνυν ᾐσχύνετο, καὶ ἐφρόν τιζεν, ἐξαίφνης ἀπηνέχθη εἰς τὸ πέραν. Ὁ οὖν Θεό δωρος, καὶ αὐτὸς ἀνὴρ εὐλαβὴς, ἐγγίσας καὶ ἑωρα κὼς αὐτὸν προλαβόντα, καὶ μήθ' ὅλως ὕδατι βραχέν τα, ἠξίου μαθεῖν τὸν τρόπον τοῦ περάματος. Ὡς δὲ ἑώρα μὴ θέλοντα εἰπεῖν αὐτὸν, διισχυρίζετο, κατ έχων αὐτοῦ τοὺς πόδας, μὴ πρότερον ἐξαφεῖναι, πρὶν ἂν μάθῃ παρ' αὐτοῦ. Βλέπων τοιγαροῦν ὁ Ἀμοῦν τὸ φιλόνεικον τοῦ Θεοδώρου, μάλιστα καὶ διὰ τὸν λόγον, ὃν εἶπεν, ἀπῄτησε καὶ αὐτὸς μηδενὶ λέγειν αὐτὸν ἕως θανάτου αὐτοῦ· καὶ οὕτως ἀπήγγειλε, βεβαστά χθαι καὶ τεθεῖσθαι αὐτὸν εἰς τὸ πέραν· μήτε δὲ περι πεπατηκέναι εἰς τὸ ὕδωρ, μήθ' ὅλως εἶναι τοῦτο δυ νατὸν ἀνθρώποις, εἰ μὴ μόνῳ τῷ Κυρίῳ, καὶ οἷς ἂν 26.932 αὐτὸς ἐπιτρέψῃ, ὡς τῷ μεγάλῳ ἀποστόλῳ Πέτρῳ πε ποίηκεν. Ὁ μὲν οὖν Θεόδωρος μετὰ θάνατον τοῦ Ἀμοῦν διηγήσατο τοῦτο· οἱ δὲ μοναχοὶ, οἷς εἶπεν ὁ Ἀντώνιος περὶ τοῦ θανάτου τοῦ Ἀμοῦν, ἐσημειώσαντο τὴν ἡμέραν· καὶ ἀνελθόντων τῶν ἀδελφῶν ἀπὸ τῆς Νιτρίας μετὰ τριάκοντα ἡμέρας, ἐπύθοντο, καὶ ἔγνωσαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ
23