Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπιθυμία, ἡδονὴ, λύπη. Ἓν ἐξ ἑνὸς ταῦτα ἤρτηται, καὶ ἓν ἑνὶ ἀκολουθεῖ· καὶ ἡδονῆς μὲν κρατῆσαι δυνατὸν μετρίως, ἐπιθυμίας δὲ ἀδύνατον. Τὸ μὲν γὰρ τῆς ἡδονῆς διὰ τοῦ σώματος τελεῖται· τὸ δὲ ἀπὸ ψυχῆς ἄρχεται· ἡ δὲ λύπη ἐκ τῶν ἀμφοτέρων κατασκευάζεται. Μὴ συγχωρήσῃς οὖν τὴν ἐπιθυμίαν ἐνεργῆσαι, καὶ τὰ λοιπὰ ἀποσκεδά σεις. Εἰ δὲ συγχωρήσῃς προκύψαι τὸ πρῶτον, διανε μηθὲν πρὸς τὸ δεύτερον, κυκλικὴν ἀνταπόδοσιν ποιή σονται πρὸς ἑαυτὰ, καὶ οὐδαμῶς συγχωρήσει τῇ ψυχῇ ἀνασφῆλαι. Γέγραπται γὰρ, ὡς Μὴ δὸς ὕδατι διέξοδον. Οὐ πᾶσι πάντα συμφέρει· ἕκαστος δὲ τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Ὅτι πολλοῖς ἐν κοινοβίῳ συμφέ ρει, καὶ ἄλλοις κατ' ἰδίαν ἀναχωρεῖν ὠφέλιμον τυγ χάνει. Ὥσπερ γὰρ τῶν φυτῶν τὰ μὲν ἐν τοῖς δι ύγροις τόποις τυγχάνοντα εὐθαλέστερα γίνονται, τὰ δὲ ἐν τοῖς ξηροτέροις μονιμώτερα· οὕτω καὶ τῶν ἀν θρώπων οἱ μὲν ἐν τοῖς ὑψηλοτέροις τόποις εὖ πράτ τουσιν, οἱ δὲ ἐν τοῖς ταπεινοτέροις διασώζονται. 28.1548 Πολλοὶ οὖν ἐν πόλει, τὰ τῆς ἐρήμου φανταζόμενοι, ἐσώθησαν καὶ πολλοὶ, ἐν ὄρει ὄντες, τὰ τῶν δημο τῶν πράττοντες, ἀπώλοντο. ∆υνατὸν μετὰ πολλῶν ὄντα μονάζειν τῇ γνώμῃ, καὶ μόνον ὄντα μετὰ ὄχλων τῇ διανοίᾳ συνδιάγειν Πολλὰ τοῦ διαβόλου τὰ κέντρα. ∆ιὰ πενίας οὐ μετεκίνησε ψυχήν; πλοῦτον προσάγει εἰς δέλεαρ. ∆ι' ὕβρεων καὶ ὀνειδισμῶν οὐκ ἴσχυσεν, ἐπαίνους καὶ δόξαν προβάλλεται. ∆ιὰ τῆς ὑγείας ἡττήθη; νοσο ποιεῖ τὸ σῶμα. Ταῖς γὰρ ἡδοναῖς μὴ δυνηθεὶς ἀπα τῆσαι, διὰ τῶν ἀκουσίων πόνων τὴν παρατροπὴν τῆς ψυχῆς πειρᾶται ποιῆσαι ἀπροαίρετον καὶ ἀβούλητον. Νόσους γάρ τινας καὶ βαρυτάτας ἐξ αἰτήσεως προσ άγει, πρὸς τὸ διὰ τούτων ὀλιγωρήσαντας ἐπιθολῶσαι αὐτῶν τὴν πρὸς Θεὸν ἀγάπην. Ἀλλ' εἰ καὶ κατα τέμνεται τὸ σῶμα, καὶ πυρετοῖς σφοδροτάτοις κατα φλέγεται, ἔτι μὴν καὶ δίψει ἀνιάτῳ καὶ ἀσχέτῳ κατα θλίβεται· εἰ μὲν ἁμαρτωλὸς ὢν ταῦτα ὑφίστασαι, ὑπομνήσθητι τῆς μελλούσης κολάσεως, καὶ τοῦ αἰω νίου πυρὸς καὶ τῶν δικαστικῶν τιμωριῶν, καὶ οὐκ ὀλιγωρήσεις πρὸς τὰ παρόντα. Χαίρου, ὅτι ἐπεσκό πησέ σε ὁ Κύριος, καὶ τὸ εὔφημον δὲ ἐκείνο ῥητὸν ἐπὶ τῆς γλώσσης ἔχε, ὡς Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος· τῷ δὲ θανάτῳ τῆς ἁμαρτίας οὐ παρ έδωκέ με. Σίδηρος ἐτύγχανες, ἀλλὰ διὰ τοῦ πυρὸς τὸν ἰὸν ἀποβάλλῃ. Εἰ δὲ καὶ δίκαιος ὢν ἀῤῥωστεῖς, ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μείζω προκόπτεις. Χρυσὸς εἶ, ἀλλὰ διὰ τοῦ πυρὸς δοκιμώτερος γίνῃ. Ἐδόθη σοι ἄγ γελος Σατᾶν τῇ σαρκὶ, ἀγαλλιῶ, βλέπε τίνι ὅμοιος γέγονας τῆς γὰρ Παύλου δωρεᾶς ἠξιώθης. ∆ιὰ τοῦ πυρετοῦ δοκιμάζῃ· διὰ ῥίγους παιδεύῃ· ἀλλά φησιν ἡ Γραφή· ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος. Λοι πὸν τὸ ἀναψυκτήριον ἡτοίμασται. Ἔτυχες τοῦ πρώ του, προσδόκα τὸ δεύτερον. Πράττων [πάσχων] βόα τὰ τοῦ ἁγίου ∆αβὶδ ῥήματα· φησὶ γὰρ, ὡς Πένης καὶ πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ. Τέλειος γενήσῃ διὰ τῆς τριάδος. Καὶ γάρ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Ἐν τούτοις μάλιστα τοῖς γυμνασίοις τὰς ψυχὰς ἀσκηθῶμεν· ἐπ' ὀφθαλμοῖς γὰρ ὁρῶμεν τὸν ἀντίπαλον. Μὴ λυπηθῶμεν, ὡς διὰ τὴν ἀσθένειαν καὶ τὴν πληγὴν τοῦ σώματος μὴ δυνάμενοι εἰς εὐχὴν στῆναι, ἢ ψάλλειν μετὰ φωνῆς· πάντα ἡμῖν ταῦτα ἤνυτο πρὸς καθαίρεσιν ἐπιθυμιῶν. Καὶ γὰρ νηστεία καὶ χαμευνία διὰ τὰς αἰσχίστους ἡμῖν ἡδονὰς νενομοθέτηνται. Εἰ οὖν ἡ νόσος ταύτας ἤμβλυνε, περιττὸς ὁ πόνος. Τί δὲ λέγω περιττός; ὥσπερ γὰρ μείζονί τινι καὶ ἰσχυ ροτέρῳ φαρμάκῳ τῇ νόσῳ τὰ ὀλεθροφόρα συμπτώ ματα κεκοίμηνται. Καὶ αὕτη ἐστὶν ἡ μεγάλη ἄσκη σις, τὸ ἐν ταῖς νόσοις ἐγκαρτερεῖν, καὶ εὐχαριστηρίους ὕμνους ἀναπέμπειν τῷ κρείττονι. Ἀφαιρούμεθα ὀφθαλμῶν; μὴ βαρέως ἐνέγκωμεν·

23