23
ψευδῆ εὐλόγως πρὸς δοκιμὴν ἀνθρώπων ἔχειν; ὁ δὲ ἀπεκρίνατο· Τὰ ψευδῆ τῶν γραφῶν αἰτήματι κακίας δικαίῳ τινὶ λόγῳ γραφῆναι συνεχωρήθη· εὐλόγως δὲ λέγω οὕτως· Ἐν ταῖς θεολογίαις ὁ πονηρὸς τοῦ ἀγαθοῦ τὸν θεὸν οὐκ ἔλαττον ἀγαπῶν ἑνὶ μόνῳ ἀπολείπεται τοῦ ἀγαθοῦ, ὅτι καὶ τῶν ἀγνοίας αἰτίᾳ ἀσεβούντων οὐ συγγινώσκων, στοργῇ τῇ πρὸς τὸ ἀσεβούμενον τῶν ἀσεβούντων ἐπιθυμεῖ τὸν ὄλεθρον, οὐδὲ τὴν ἴασιν αὐτοῖς προσφέρων. ὁ γὰρ ἀγαθὸς ἰᾶσθαι πάντας θέλει ταῖς μεταμελείαις, σσζει δὲ μόνους τοὺς ἐγνω- κότας τὸν θεόν. τοὺς δὲ ἀγνοοῦντας οὐκ ἰᾶται, οὐχ ὅτι οὐ θέλει, ἀλλ' ὅτι οὐκ ἔξεστιν τὰ ἡτοιμασμένα τοῖς υἱοῖς τῆς βασιλείας ἀγαθὰ τοῖς διὰ τὸ ἀδιάκριτον ἀλόγοις ζσοις παρεικασθεῖσιν παρασχεῖν. τοῦ ἑνὸς καὶ μόνου θεοῦ τοῦ τὸν κόσμον πεποιηκότος καὶ ἡμᾶς κτίσαντος καὶ πάντα παρεσχηκότος τοιαύτη πέφυκεν φύσις, παντὸς οὐδήποτε ἐκτὸς ὅρων θεο σεβείας ὄντος καὶ μὴ βλασφημοῦντος αὐτοῦ τὸ ἅγιον πνεῦμα, στοργῇ τῇ πρὸς αὐτὸν εἰς αὑτὸν φέρειν τὴν ψυχήν, ὑπ' αὐτοῦ εἰς αὐτὴν ἔρωτος ἰδέᾳ . κἂν ἁμαρτωλὸς ᾖ, μετὰ τὸ κατ' ἀξίαν ὧν ἔπραξεν κολασθῆναι σσζεσθαι φύσιν ἔχει. εἰ δέ τις αὐτὸν ἀρνήσεται ἢ ἑτέρως πως λόγῳ εἰς αὐτὸν ἀσεβήσει, ἔπειτα μετανοήσει, κολασθήσεται μὲν ἐφ' ὧν εἰς αὐτὸν ἥμαρτεν, σωθήσεται δέ, ὅτι ἐπιστρέψας ἠγάπησεν. ἴσως δὲ τῇ τῆς εὐσε- βείας ὑπερβολῇ καὶ τῆς ἱκεσίας [ἢ] καὶ τοῦ κολασθῆναι ἀπολυθήσεται, συγγνώμης τῆς ἁμαρτίας μετὰ τῆς μετανοίας δεδωκὼς τὴν ἄγνοιαν. οἱ δὲ μὴ μετανοήσαντες διὰ τῆς τοῦ πυρὸς κολάσεως καὶ τὸ τέλος ἕξουσιν, κἂν ἐν τοῖς λοιποῖς ἅπασιν ὁσιώτατοι ὦσιν· ἀλλ' ὡς ἔφην, μεμετρημένου αἰῶνος τὸ πέμπτον πυρὶ αἰωνίῳ κολασθέντες ἀποσβεσθήσονται. εἶναι γὰρ εἰς ἀεὶ οὐκέτι δύνανται οἱ εἰς τὸν ἀεὶ καὶ μόνον ἀσεβήσαντες θεόν. ἡ δὲ εἰς αὐτὸν ἀσέβειά ἐστιν τὸ ἐν τῷ τῆς θεοσεβείας λόγῳ ὄντα τελευτᾶν λέγοντα ἄλλον εἶναι θεόν, ἢ ὡς κρείττονα ἢ ὡς ἥττονα ἢ ὁπώσ- ποτε λέγοντα παρὰ τὸν ὄντως ὄντα. ὁ γὰρ ὄντως ὢν οὗτός ἐστιν, οὗ τὴν μορφὴν τὸ ἀνθρώπου βαστάζει σῶμα, οὗ εἵνεκεν ὁ οὐρανὸς καὶ πάντες οἱ ἀστέρες ὑπέμειναν δουλεύειν, κατ' οὐσίαν κρείττονες ὄντες, τῷ κατ' οὐσίαν χείρονι διὰ τὴν τοῦ κρείττονος μορφήν. τοσοῦτον ὁ θεὸς ὑπὲρ πάντα εὐεργέτηκεν τὸν ἄνθρωπον, ἵνα εἰς τὸ πλῆθος τῶν εὐεργεσιῶν τὸν εὐεργέτην ἀγαπήσας ὑπὸ αὐτῆς τῆς ἀγάπης καὶ εἰς δεύτε- ρον αἰῶνα διασωθῆναι δυνηθῇ. αὐτάρκης οὖν εἰς σωτηρίαν ἡ εἰς θεὸν ἀνθρώπων στοργή. εἰδὼς δὲ ὁ πονηρός, ἡμῶν σπευδόντων τοῖς ἀπὸ ἐθνῶν πιστεύειν μέλλουσιν ἑνὸς καὶ μόνου θεοῦ ἐν ψυχαῖς σπείρειν τὴν ἀθανατοποιὸν πρὸς αὐτὸν ἀνθρώπων στοργήν, αὐτὸς ὁ πονηρὸς κατὰ τῶν ἀγνοούντων ἱκανὸν ὅπλον ἔχων πρὸς ὄλεθρον σπουδάζει πολλῶν θεῶν ἢ καὶ ἑνὸς ὡς κρείττονος σπεῖραι τὴν ὑπόληψιν, ἵνα συλλαβόντες καὶ συνπεισθέντες ἃ μὴ θέμις, ἀποθανόντες ὡς ἐπὶ μοιχείας ἐγκλήματι τῆς αὐτοῦ βασιλείας ἀποβληθῶσιν. ἄξιος οὖν τῆς ἀποβολῆς πᾶς κατὰ τῆς θεοῦ μοναρχίας αὐτὸ μόνον κἂν ἀκοῦσαί τι τοιοῦτον θελήσας· εἰ δ' ὡς γραφαῖς τεθαρρηκὼς κατὰ τοῦ θεοῦ τολμᾷ τις κἂν ἀκούειν, πρῶτον ἐκεῖνό μοι συνενθυμηθήτω ὅτι, ἄν τις εὔλογον ἑαυτῷ δόγμα ὡς βούλεται ἀναπλάσῃ, ἔπειτα αὐταῖς ἐνκύψῃ, δυνατὸς ἔσται πολλὰς ὑπὲρ οὗ ἐπλά-