23
κάστρα οἰκοῦντες γεγόνασιν αὐτοκέφαλοι, μήτε τῷ βασιλεῖ Ῥωμαίων, μήτε ἄλλῳ τινὶ ὑποκείμενοι. Μετὰ δὲ χρόνον τινὰ ἐπὶ τῆς βασιλείας Βασιλείου, τοῦ ἀοιδίμου καὶ ἀειμνήστου βασιλέως, ἐλθόντων Σαρακηνῶν ἀπὸ Ἀφρικῆς, τοῦ τε Σολδανοῦ καὶ τοῦ Σάβα καὶ τοῦ Καλφοῦς, μετὰ καραβίων λʹ, κατέλαβον ἐν ∆ελματίᾳ, καὶ ἐπόρθησαν τὸ κάστρον τὰ Βούτοβα καὶ τὸ κάστρον τὴν Ῥῶσσαν καὶ τὸ κάστρον τὰ ∆εκάτερα, τὸ κάτω. Καὶ ἦλθον καὶ εἰς τὸ κάστρον Ῥαουσίου, καὶ παρεκάθισαν αὐτῷ μῆνας δεκαπέντε. Τότε βιασθέντες οἱ Ῥαουσαῖοι ἐδηλοποίησαν Βασιλείῳ, τῷ ἀειμνήστῳ βασιλεῖ Ῥωμαίων, λέγοντες αὐτῷ οὕτως· "Ἐλέησον ἡμᾶς, καὶ μὴ ἐάσῃς ἀπολέσθαι παρὰ τῶν ἀρνητῶν τοῦ Χριστοῦ." Ὁ δὲ βασιλεὺς σπλαγχνισθεὶς ἀπέστειλεν τὸν πατρίκιον Νικήτα, δρουγγάριον τοῦ πλωΐμου, οὗ τὸ ἐπίκλην Ὠορύφας, μετὰ χελανδίων ἑκατόν. Οἱ δὲ Σαρακηνοὶ μαθόντες τὴν μετὰ τοῦ στόλου ἄφιξιν τοῦ πατρικίου δρουγγα ρίου τοῦ πλωΐμου, ἔφυγον καταλιπόντες τὸ κάστρον Ῥαουσίου, καὶ ἀντεπέρασαν ἐν Λαγουβαρδίᾳ, καὶ πολιορκήσαντες τὸ κάστρον Βάρεως, τοῦτο ἐπόρθησαν. Τότε ὁ Σολδανὸς κτίσας ἐκεῖσε παλάτια, κατεκράτησεν τὴν πᾶσαν Λαγουβαρδίαν μέχρι Ῥώμης ἔτη τεσσαράκοντα. Ὁ οὖν βασιλεὺς διὰ τὴν αἰτίαν ταύτην ἀπέστειλεν πρός τε τὸν Λοδόϊχον, τὸν ῥῆγα Φραγγίας καὶ τὸν πάπα Ῥώμης, ἵνα συνεπαμύνηται τῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι στρατῷ. Οἱ δὲ ὑπείξαντες τῇ τοῦ βασιλέως αἰτήσει, ὅ τε ῥὴξ καὶ ὁ πάπας, ἦλθον ἀμφότεροι μετὰ δυνάμεως πολλῆς, καὶ ἑνωθέντες τῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι στρατῷ ἅμα τῷ Χρωβάτῳ καὶ Σέρβλῳ καὶ Ζαχλούμῳ καὶ Τερβουνιώταις καὶ Καναλίταις καὶ Ῥαουσαίοις μετὰ πάντων τῶν ἀπὸ τῆς ∆ελματίας κάστρων (οὗτοι γὰρ πάντες βασιλικῇ κελεύσει παρῆσαν), καὶ περασάντων ἐν Λαγουβαρδίᾳ, παρεκάθισαν τὸ κάστρον Βάρεως καὶ ἐπόρθησαν αὐτό. Ἰστέον, ὅτι τοὺς Χρωβάτους καὶ τοὺς λοιποὺς Σκλαβάρχοντας οἱ τοῦ κάστρου Ῥαουσίου οἰκήτορες μετὰ τῶν ἰδίων αὐτῶν καραβίων διεπέρασαν ἐν Λαγουβαρδίᾳ. Καὶ τὸ μὲν κάστρον Βάρεως καὶ τὴν χώραν καὶ τὴν αἰχμαλωσίαν πᾶσαν ἀνελάβετο ὁ βασιλεὺς τῶν Ῥωμαίων, τὸν δὲ Σολδανὸν καὶ τοὺς λοιποὺς Σαρακηνοὺς ἀνελάβετο Λοδόϊχος, ὁ ῥὴξ Φραγγίας, καὶ ἀπήγαγεν αὐτοὺς ἐν τῷ κάστρῳ Καπύης καὶ ἐν τῷ κάστρῳ Βενεβενδοῦ. Καὶ οὐδεὶς αὐτὸν εἶδεν γελῶντα. Εἶπεν δὲ ὁ ῥήξ, ὅτι· "Εἴ τίς μοι τὸν Σολδανὸν μετὰ ἀληθείας ἀναγγείλῃ ἢ ὑποδείξῃ γελῶντα, δώσω αὐτῷ χρήματα πολλά." Καὶ μετὰ τοῦτο εἶδέν τις αὐτὸν γελῶντα, καὶ τῷ ῥηγὶ Λοδοΐχῳ ἀπήγγειλεν. Ὁ δὲ προσκαλεσάμενος τὸν Σολδανὸν ἠρώτησεν αὐτόν, ποίῳ τρόπῳ ἐγέλασεν. Ὁ δὲ εἶπεν· "Ἅμαξαν εἶδον καὶ τοὺς ἐν αὐτῇ τροχοὺς κυλιομένους, καὶ τούτου χάριν ἐγέλασα, ὅτι καὶ ἐγώ ποτε κεφαλὴ ἐγενόμην, καὶ ἀρτίως εἰμὶ ὑποκάτω πάντων, καὶ πάλιν δύναται ὁ Θεὸς ὑψῶσαί με." Καὶ ἀπὸ τότε προσεκαλεῖτο αὐτὸν ὁ Λοδόϊχος εἰς τὴν τράπεζαν αὐτοῦ, καὶ συνήσθιεν αὐτῷ. Οἱ δὲ ἄρχοντες τῆς Καπύης καὶ Βενεβενδοῦ ἤρχοντο πρὸς τὸν Σολδανὸν ἐρωτῶντες αὐτὸν περὶ ἰατρειῶν καὶ θεραπείας ἀλόγων καὶ λοιπῶν ὑποθέσεων, ὡς γέροντα καὶ πεπειραμένον. Ὁ δὲ Σολδανὸς πανοῦργος ὢν καὶ σκολιὸς εἶπεν πρὸς αὐτούς, ὅτι· "Πρᾶγμα θέλω εἰπεῖν πρὸς ὑμᾶς, καὶ δέδοικα τοῦ μὴ παρ' ὑμῶν κατάδηλον γενέσθαι πρὸς τὸν ῥῆγα, καὶ ἀπολέσω τὴν ἐμαυτοῦ ζωήν." Οἱ δὲ ὤμοσαν αὐτῷ, καὶ θαρρήσας εἶπεν πρὸς αὐτούς, ὅτι· "Ὁ ῥὴξ ἐξορίσαι θέλει πάντας ὑμᾶς ἐν τῇ μεγάλῃ Φραγγίᾳ, καὶ ἐὰν ἀπιστῆτε, ἐκδέξασθε μικρόν, κἀγὼ πληροφορῶ ὑμᾶς." Καὶ ἀπελθὼν εἶπεν πρὸς τὸν Λοδόϊχον, ὅτι· "Οἱ ἄρχοντες τοῦ τόπου τούτου κακοί εἰσιν, καὶ σὺ οὐ δύνασαι κυριεῦσαι τὴν χώραν ταύτην, ἐὰν μὴ ἀφανίσῃς τοὺς δυνατούς, τοὺς ἀντιπίπτοντάς σε· ἀλλὰ δέσμευσον τοὺς πρώτους τοῦ κάστρου, καὶ ἀπόστειλον αὐτοὺς εἰς τὴν χώραν σου, καὶ τότε, ὡς θέλεις, οἱ λοιποὶ ὑποταγήσονταί σοι." Καὶ ὅτε παρέπεισεν αὐτόν, ἵνα πληρώσῃ τὴν βουλὴν αὐτοῦ, καὶ ὥρισεν γενέσθαι ἁλύσεις σιδηρᾶς εἰς τὸ ἐξορίσαι αὐτούς, ἀπῆλθεν ὁ Σολδανὸς καὶ εἶπεν πρὸς τοὺς ἄρχοντας, ὅτι· "Ἀκμὴν οὐ πιστεύετε, ὅτι ὁ ῥὴξ ἐξορίστους ὑμᾶς ποιεῖ, καὶ παντελῶς ἐξ