1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

23

τρεῖς ἢ πέντε ἢ ἑπτά, οὕτως αὐτὸν ἀπόλυσον, εἴπας αὐτῷ ὅσα ἁρμόζει εἰς νουθεσίαν ἡμαρτηκότι· τὸν ἐπιπλήσσοντα δὲ διδάσκειν δεῖ καὶ παραινεῖν, ὅπως μείνῃ παρ' ἑαυτῷ ταπεινοφρονῶν καὶ δεόμενος τοῦ θεοῦ τυχεῖν αὐτοῦ εὐμε νοῦς, καὶ λέγειν αὐτὸν· «Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.» Τοιοῦτον γάρ τι ὑπεμφαίνει καὶ τὸ ἐν τῇ Γενέσει εἰρημένον τῷ Κάϊν· «Ἥμαρτες; Ἡσύχασον», τοῦτ' ἔστιν μὴ προσθῇς. Ὅτι γὰρ τὸν ἁμαρτήσαντα δεῖ ὑπὲρ τοῦ οἰκείου πλημμελήματος αἰσχύνεσθαι, ἱκανὸν τὸ λόγιον τὸ Μωϋσῇ ὑπὲρ Μαρίας εἰρημένον, ἡνίκα ἠξίου ἀφεθῆναι αὐτῇ· φησὶν γὰρ αὐτῷ ὁ Θεός· «Eἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἂν ἐνετράπη; Ἑπτὰ ἡμέρας ἀφορισθήτω ἔξω τῆς παρεμβολῆς, καὶ μετὰ ταῦτα εἰσε λεύσεται.» Oὕτως οὖν καὶ ὑμᾶς δέον ἐστὶν ποιεῖν, τοὺς ἐφ' ἁμαρτίας λέγοντας μετανοεῖν ἀφορίζειν χρόνον ὡρισμένον κατὰ τὴν ἀναλογίαν τοῦ ἁμαρτήματος, ἔπειτα μετανοοῦντας προσλαμβάνεσθαι, ὡς πατέρες υἱούς. Eἰ δὲ ὁ ἐπίσκοπος αὐτὸς ἐν προσκόμματι ὑπάρχει, πῶς ἔτι ἐπεξέλθοι ἐκζητῆσαι ἀδίκημα τινος ἢ ἐπιτιμῆσαί τινι, διὰ προσωποληψίαν ἢ διὰ δωροληψίαν ἢ αὐτὸς ἢ οἱ διάκονοι αὐτοῦ οὐχ ὑπάρχοντες εὐσυνείδητοι; Ὅταν γὰρ ὁ ἄρχων αἰτῇ καὶ ὁ κριτὴς λαμβάνῃ, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα· κοινωνοὶ δὲ κλεπτῶν καὶ κρίσει χηρῶν οὐ προσέχοντες, οὐ δυνήσονται οἱ ὑπὸ τὸν ἐπίσκοπον συνε πιμαχεῖν τῷ ἐπισκόπῳ. Ἐροῦσιν γὰρ αὐτῷ τὸ ἐν τῷ Eὐαγγελίῳ γεγραμμένον· «Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;» Eὐλαβείσθω οὖν ὁ ἐπίσκοπος σὺν τοῖς διακόνοις αὐτοῦ ἀκοῦσαι ·ῆμά τι τοιοῦ τον· τοῦτ' ἔστιν μὴ διδότω ἀφορμήν. Ὁ γὰρ ἁμαρτάνων ἐπὰν ἴδῃ τινὰ ὅμοια αὐτῷ δρῶντα, οἰκοδομηθήσεται εἰς τὸ τὰ αὐτὰ ποιεῖν· εἶτα ὁ πονηρός, δι' ἑνὸς ἀφορμὴν λαβών, εἰς ἑτέρους ἐνεργεῖ, ὃ μὴ γένοιτο· καὶ οὕτως διαστραφήσεται τὸ ποίμνιον· πλειόνων γὰρ ὄντων τῶν ἁμαρτανόντων, πλείων ἔσται καὶ ἡ δι' αὐτῶν ἐπιτελουμένη κακία. Ἁμαρτία γὰρ ἀνεξέλεγκτος ἑαυτῆς χείρων γίνεται καὶ εἰς ἄλλους τὴν διανομὴν λαμβάνει· ἐπεὶ καὶ ζύμη μικρὰ πλήρωμα φυράματος δολοῖ, καὶ εἷς κλέπτης εἰς ὅλον ἔθνος τὸ μύσος ἐπήγαγεν, καὶ μυῖαι θανοῦσαι σαπριοῦσιν σκευασίαν ἡδύσματος ἐλαίου, καὶ βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπ' αὐτὸν ὑπηρέται παράνομοι· οὕτω καὶ πρόβατον ψωραλέον μεταδίδωσιν ἑτέροις τῆς νόσου, μὴ χωρισθὲν τῶν ὑγι