ἐγχείρημα. Ἀποτίσει γὰρ τῷ Πατρὶ τῶν πνευμάτων Θεῷ δίκην τοῦ πλημμελήματος, αὐτοῦ δὲ ἔσται γυνὴ, ὡς ἤδη συναφθεῖσα αὐτῷ, καὶ ἀναξίαν τοῦ καθαροῦ νυμφίου ἑαυτὴν καταστήσασα. Γυνὴ, ἥτις προσελεύσεται πρὸς κτῆνος βιασθῆναι ὑπ' αὐτοῦ, ἀποθανεῖται μετὰ τοῦ κτήνους. Αἱῤῥοητικαὶ [ἴσ. αἱρετικαὶ] γὰρ ὁμιλίαι καὶ μίξεις αἱ πρὸς τὰ δόγματα τῶν εἰς ἀλογίαν καὶ κτηνωδίαν ἐμπεσόντων αἱρετικῶν, θάνατον ψυχῆς ἐπάγουσι, τῷ τε μεταδιδόντι τῆς λύμης, καὶ τῷ μεταλαμβάνοντι, θηλυνθέντι πρὸς τὴν ὁμιλίαν, διὰ μαλακίαν ψυχῆς. Ἐὰν μάχωνται δύο ἄνδρες καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ζημιωθήσεται ὁ πατάξας καθ' ὅ τι ἂν ἐπιβάλλῃ ὁ ἀνὴρ τῆς γυναικός. Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει τὴν ψυχὴν ἀντὶ ψυχῆς. Καρπὸς ἂν εἴη καὶ κύημα νοῦ, ἡ εἰς Χριστὸν πίστις, ἥτις τοὺς θείους ἐνσημαίνεται χαρακτῆρας, καὶ τὴν τοῦ Χριστοῦ μεταμόρφωσιν ἐπιτίθησι ταῖς ψυχαῖς. Ἐὰν οὖν, τινῶν δύο ἀντιθέτων λογομαχούντων περὶ δόγματα, σκανδαλισθῇ ψυχή τις ἀκροωμένη, ἐγκυμονοῦσα ἔτι τὴν εἰς Χριστὸν πίστιν, καὶ ἀποβάληται ταύτην· εἰ μὲν ἀτελὴς ἦν ἔτι καὶ ἀκαλλὴς, ἀποδώσει δίκην ὁ τοῦ σκανδάλου παραίτιος, ἣν ἐπιβάλλῃ ὁ νυμφίος τῆς τοιαύτης ψυχῆς, Χριστός. Ἀποδώσει δὲ, φησὶ, μετὰ ἀξιώματος, τοῦτ' ἔστι, μετὰ καὶ τοῦ ὁμολογεῖν χάριν, ὅτι μὴ καὶ τὴν ἐσχάτην ἀπαιτεῖται δίκην. Εἰ δὲ τελείαν ὤδινε τὴν εἰς Χριστὸν πίστιν, ὅσον εἰς χαρακτῆρα καὶ μόρφωσιν· τοῦτο γὰρ δηλοῖ τὸ ἐξεικονισμένον· λοιπὸν, ὡς ἤδη τελείαν ψυχὴν φονεύσας, τὴν ἑαυτοῦ ζημιωθήσεται ψυχὴν, ἀπαιτούμενος τὴν ἐσχάτην δίκην. Ἐὰν κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα, καὶ ἀποκτείνῃ, λίθοις λιθοβοληθήσεται, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ. Ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται. Ἐὰν ὑπεξούσιός τινος, θυμώδης καὶ ὑβριστὴς, ἢ ἑτέρως αἱρετικὸς ἀνέλῃ ψυχὴν, αἴτιος αὐτῇ ψυχικοῦ θανάτου γενόμενος, αὐτὸς μὲν τὴν ἐσχάτην ὑποστήσεται κόλασιν· τῶν δὲ πράξεων καὶ λόγων αὐτοῦ, οὐδεὶς μεταλήψεται. Ὁ δὲ τούτου κατεξουσιάζων ἀνεύθυνος· ὡς ἀγνοῶν τὴν πονηρίαν καὶ κακίαν αὐτοῦ. Ἐὰν δὲ, φησὶ, διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ οὐκ ἀφανίσῃ αὐτὸν, καὶ αὐτὸς προσαποθανεῖται. Εἰδὼς γὰρ καὶ ἀνεχόμενος, κοινωνὸς γίνεται τοῦ φόνου. Ἐὰν δὲ λύτρα, φησὶν, ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ, ὅσα ἂν ἐπιβάλωσιν αὐτῷ. Τοῦτ' ἔστιν, Ἐὰν ἐξομολογησάμενος ἐπιτιμίοις ὑποπέσῃ, πληρώσει ὅσα ἂν κελευσθῇ. Ἐὰν δὲ, φησὶν, υἱὸν ἢ θυγατέρα κερατίσῃ, ὁ ταῦρος καὶ ἀνέλῃ, γενήσεται κατὰ τὸ δηλωθὲν δικαίωμα τοῦ νόμου. Ἐὰν δὲ παῖδα ἢ παιδίσκην, ἀργυρίου λʹ δίδραχμα δώσει τῷ κυρίῳ 77.1237 αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται. Ἐπεὶ γὰρ διάφοροι οἱ ἀναιρούμενοι, ἄνδρα μὲν καὶ γυναῖκα νοήσεις τοὺς παλαιοτέρους εἰς ἀρετήν. Ὧν ὁ μὲν ἰσχυρότερος εἰς φρόνησιν, ὁ δὲ ἀσθενέστερος. Υἱὸν δὲ καὶ θυγατέρα τοὺς νεωτέρους εἰς ἀρετήν· ὧν αὖθις ὁ μὲν ἰσχυρότερος, δεδουλωμένος ταῖς ἁμαρτίαις, ὧν ὁμοίως ὁ μὲν ἰσχυρότερος, ὁ δὲ ἀσθενέστερος. ∆ιὰ δὲ τῆς ἀποτίσεως τοῦ ἀργυρίου, τὴν ἐλάττονα ζημίαν ᾐνίξατο. Οὐ γὰρ ἴσον εἰς ζημίαν ἁμαρτωλοῦ καὶ δικαίου θάνατος. Ἐάν τινος ταῦρος κερατίσῃ τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτῇ, ἀποδώσονται τὸν ταῦ ρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐ τοῦ, καὶ τὸν ταῦρον τὸν τεθνεῶτα διελοῦνται. Ἐὰν παρ' οὐχ ἑκόντος τινὸς ζημία γενήσεται πρὸς τινὰ, ὁ μὲν ζημιωθεὶς συμμετασχέτω τοῦ παραμείναντος κέρδους τῷ ζημιώσαντι, ὃ δηλοῦται διὰ τοῦ ζῶντος ἔτι ταύρου. Ὁ δ' ἀβουλήτως ζημιώσας, πάλιν συμμετασχέτω τῆς ζημίας· τῷ ζημιωθέντι. Ὃ γενήσεται διὰ τοῦ συλλυπεῖσθαι αὐτῷ. Ἐὰν δὲ, φησὶ, διαμαρτυρηθείη περὶ τοῦ ταύρου, καὶ μὴ ἀφανίσῃ αὐτὸν, καὶ ἀνέλῃ τὸν ταῦρον τοῦ πλησίον, ἀποτίσει ταῦρον ἀντὶ τοῦ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται. Εἰδὼς γὰρ καὶ μὴ ἀσφαλισάμενος, δοκεῖ συγκατεργάσασθαι τὴν ἀναίρεσιν