Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
γάρ. Ὑπολοφήσαντος δὲ τοῦ κατακλυσμοῦ, κεκάθικεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη Ἀραρὰτ, ἃ διερμηνεύεται μαρτυρία καταβάσεως. Ὑψηλοὶ γὰρ ὥσπερ καὶ οἱονεί πως ἐν ὄρεσι διὰ τὸ τῆς εὐαγγελικῆς πολιτείας ὑπερανεστηκὸς, οἱ ἐν Χριστῷ διὰ πίστεως, τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβεβηκότα Θεὸν Λόγον, τοῖς ἁπανταχῆ κηρύττοντες, οἷς καὶ αὐτὸς ἐπεφώνει Θεὸς διὰ προφήτου φωνῆς· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός· καὶ ὁ παῖς ὃν ἐξελεξάμην. Ἀνωτέρω δὴ οὖν τῆς ἐν κόσμῳ χθαμαλότητος τῶν ἐν Χριστῷ τὰ αὐχήματα. θʹ. Γέγονε δὲ ὅτι καὶ Ἀρχιερεὺς ἐφ' ἡμᾶς ὁ Ἐμμανουὴλ, δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα καὶ Θεὸν, καὶ ἀνεκαινίσθημεν πρὸς τὸ ἐν ἀρχαῖς, λελυμένης τῆς ἀρᾶς, τῆς ἐπὶ τῷ πρωτοπλάστῳ φημὶ, ὅρα δὴ τοῖς ἐφεξῆς γεγραμμένοις ἐμβαλεῖν. Ἐπειδὴ γὰρ ἐξηράνθη, φησὶν, ἡ γῆ, ἐξῆλθεν ὁ Νῶε τῆς κιβωτοῦ, καὶ πάντες οἱ σὺν αὐτῷ. Καὶ ᾠκοδόμησε, φησὶ, θυσιαστήριον τῷ Θεῷ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον. Καὶ ὠσφράνθη ὁ Θεὸς ὀσμὴν εὐωδίας. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι καταράσασθαι τὴν 69.73 γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ μεθ' ἕτερα πάλιν· Καὶ εὐλόγησε Κύριος ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις, καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα. Οὐκοῦν ὅτε γέγονεν ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, καὶ προσεκομίσθημεν δι' αὐτοῦ νοητῶς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ, τότε καὶ εὐμενείας τῆς παρ' αὐτοῦ πλουσίως ἠξιώμεθα, καὶ βεβαίαν ἐσχήκαμεν τὴν ὑπόθεσιν, τοῦ μηκέτι καθ' ἡμῶν ἰσχῦσαι τὸν θάνατον. Λέλυται καὶ τὰ ἐξ ὀργῆς, οἴχεται δέ ποι καὶ τὰ ἐκ τῆς ἀρχαίας ἀρᾶς ἐκείνης. Ηὐλογήμεθα γὰρ ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς γυμνώσεως τοῦ Νῶε καὶ τοῦ Χάμ. αʹ. Συμπεπερασμένων ἁπάντων τῶν ἐπὶ τῇ κιβωτῷ, καὶ παρῳχηκότος μὲν τοῦ κατακλυσμοῦ, γηπονοῦντος δὲ ἤδη τοῦ Νῶε, τίνα δὴ ἄρα τὰ ἐν αὐτῷ πεπραγμένα παρὰ τοῦ Χὰμ, πολυπραγμονήσει πάλιν ἡμῖν ὁ λόγος. Ἀναπείσει γὰρ δὴ τοὺς οἵπερ ἂν ἕλοιντο διαβιοῦν ἐννόμως τῆς εἰς τοὺς πατέρας αἰδοῦς οὐδὲν τὸ παράπαν ἡγεῖσθαι ἰσοστατοῦν, καὶ παραιτεῖσθαι σαφῶς ὥς τι τῶν σφαλερωτάτων τὸ κατά τι γοῦν ὅλως ἐπιμειδιᾷν αὐτοῖς, κἂν εἰ τοῦ πρέποντος ἔξω φέροιντο βραχὺ ταῖς τῆς φύσεως ἀσθενείαις ὑπενηνεγμένοι. Ὅτι γὰρ σεπτὸν ἀεί πώς ἐστι τῶν γονέων τὸ χρῆμα, καὶ αὐτὸς ὁ θεῖος ἡμᾶς ἐκπαιδεύει νόμος· προεπιτάξας γὰρ δεῖν ἐξ ὅλης ψυχῆς καὶ καρδίας τὸν ἕνα τε καὶ φύσει Θεὸν ἀγαπᾷν, Τίμα, φησὶ, τὸν πατέρα σου, καὶ μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακρόβιος ἐπὶ τῆς γῆς. Ἐν εἰκόνι γὰρ ὥσπερ καὶ ἐν μιμήσει Θεοῦ καταλογισθεῖεν ἂν οἱ γεγεννηκότες. Μνήσθητι γὰρ, φησὶν, ὅτι δι' αὐτῶν ἐγεννήθης. Ταύτῃ τοι πάλιν φησὶν, Ὀφθαλμὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητέρος, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων. Ὅτι τοίνυν καὶ ἐν ἀρᾷ καὶ δίκῃ τὸ μὴ δεῖν οἴεσθαι τιμᾷν πατέρας, καὶ μὴν καὶ αἰδοῦς ἁπάσης ἀξιοῦν, καὶ διά γε τοῦ Χὰμ ἀναμάθοι τις ἂν καὶ λίαν εὐκόλως. Ἦσαν γὰρ, φησὶν, οἱ υἱοὶ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νῶε. Ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πασᾶν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξελθὼν ἐπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν