καὶ τὸ τῆς ὅλης ζωῆς ἀφιερωμένον, τὰς δὲ ζώνας τὸ τῶν γονίμων αὐτῶν δυνάμεων φρουρητικὸν καὶ τὸ τὴν συναγωγὸν αὐτῶν ἕξιν εἰς ἑαυτὴν ἑνιαίως συνεστράφθαι καὶ κύκλῳ μετ' εὐκοσμίας τῇ ἀμεταπτώτῳ ταὐ τότητι περὶ ἑαυτὴν συνελίσσεσθαι, <5> τὰς δὲ αὖ ·άβδους τὸ βασιλικὸν καὶ ἡγεμονικὸν καὶ εὐθείᾳ τὰ πάντα περαῖνον, τὰ δὲ δόρατα καὶ τοὺς πελέκεις τὸ τῶν ἀνομοίων διαιρετικὸν καὶ τὸ τῶν διακριτικῶν δυνάμεων ὀξὺ καὶ ἐνεργὲς καὶ δραστήριον, τὰ δὲ γεωμετρικὰ καὶ τεκτονικὰ σκεύη τὸ θεμελιωτικὸν καὶ οἰκοδομητικὸν καὶ τελειωτικὸν καὶ ὅσα ἄλλα τῆς ἀναγωγοῦ καὶ ἐπιστρεπτικῆς ἐστι τῶν δευτέρων προνοίας.
Ἔστι δὲ ὅτε καὶ τῶν εἰς ἡμᾶς θεοκρισιῶν ἐστι σύμβολα τὰ πλαττόμενα τῶν ἁγίων ἀγγέλων ὄργανα, τῶν μὲν δηλούντων ἐπανορθωτικὴν παι δείαν ἢ τιμωρὸν δικαιοσύνην, τῶν δὲ περιστάσεως ἐλευθερίαν ἢ παιδείας τέλος ἢ προτέρας εὐπαθείας ἐπανάληψιν ἢ προσθήκην ἑτέρων δωρεῶν, μικρῶν ἢ μεγάλων, αἰσθητῶν ἢ νοητῶν, καὶ ὅλως οὐκ ἂν ἀπορήσειεν ὁ διορατικὸς νοῦς οἰκείως ἁρμόσαι τοῖς ἀφανέσι τὰ φαινόμενα. <6> Τὸ δὲ καὶ ἀνέμους αὐτοὺς ὀνομάζεσθαι τὴν ὀξεῖαν αὐτῶν ἐμφαίνει καὶ ἐπὶ πάντα σχεδὸν ἀχρόνως διήκουσαν πτῆσιν καὶ τὴν ἄνωθεν ἐπὶ τὰ κάτω καὶ αὖθις ἐκ τῶν κάτω πρὸς τὸ ἄναντες διαπορθμευτικὴν κίνησιν τὴν ἀνατείνουσαν μὲν τὰ δεύτερα πρὸς τὸ ὑπέρτερον ὕψος, κινοῦσαν δὲ τὰ πρῶτα πρὸς κοινωνικὴν καὶ προνοητικὴν τῶν ὑφειμένων πρόοδον. Eἴποι δ' ἄν τις τὴν τοῦ ἀερίου πνεύματος ἀνεμιαίαν ἐπωνυμίαν καὶ τὸ θεοειδὲς τῶν οὐρανίων νοῶν ἐμφαίνειν. Ἔχει γὰρ καὶ τοῦτο θεαρχικῆς ἐνεργείας εἰκόνα καὶ τύπον (ὡς ἐν τῇ Συμβολικῇ θεολογίᾳ κατὰ τὴν τετράστοιχον ἀνακάθαρσιν ἡμῖν διὰ πλειόνων ἀποδέδεικται) κατὰ τὸ τῆς φύσεως κινητικὸν καὶ ζωογόνον καὶ τὴν ὀξεῖαν καὶ ἀκράτητον χώρησιν καὶ τὴν ἄγνωστον ἡμῖν καὶ ἀόρατον κρυφιότητα τῶν κινητικῶν ἀρχῶν καὶ ἀποπερατώσεων. «Oὐ γὰρ οἶδας» φησὶ «πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει». Ἀλλὰ καὶ νεφέλης αὐτοῖς ἰδέαν ἡ θεολογία περιπλάττει σημαίνουσα διὰ τούτου τοὺς ἱεροὺς νόας τοῦ μὲν κρυφίου φωτὸς ὑπερκοσμίως ἀποπληρουμένους, τὴν πρωτοφανῆ δὲ φωτοφάνειαν ἀνεκπομπεύτως εἰσ δεχομένους καὶ ταύτην ἀφθόνως εἰς τὰ δεύτερα δευτεροφανῶς καὶ ἀνα λόγως διαπορθμεύοντας καὶ μὴν ὅτι τὸ γόνιμον αὐτοῖς καὶ ζωοποιὸν καὶ αὐξητικὸν καὶ τελειωτικὸν ἐνυπάρχει κατὰ τὴν νοητὴν ὀμβροτοκίαν τὴν τὸν ἐκδόχιον κόλπον πιαλέοις ὑετοῖς ἐπὶ ζωτικὰς ὠδῖνας ἐκκαλουμένην.
<7> Eἰ δὲ καὶ χαλκοῦ καὶ ἠλέκτρου καὶ λίθων πολυχρωμάτων εἶδος ἡ θεολογία ταῖς οὐρανίαις οὐσίαις περιτίθησι, τὸ μὲν ἤλεκτρον ὡς χρυσο ειδὲς ἅμα καὶ ἀργυροειδὲς ἐμφαίνει τὴν ἄσηπτον ὡς ἐν χρυσῷ καὶ ἀδά πανον καὶ ἀμείωτον καὶ ἄχραντον διαύγειαν καὶ τὴν φανὴν ὡς ἐν ἀργύρῳ καὶ φωτοειδῆ καὶ οὐρανίαν αἴγλην, τῷ δὲ χαλκῷ κατὰ τοὺς ἀποδοθέντας λόγους ἢ τὸ πυρῶδες ἢ τὸ χρυσοειδὲς ἀπονεμητέον, τὰς δὲ τῶν λίθων πολυχρωμάτους ἰδέας ἐμφαίνειν οἰητέον ἢ ὡς λευκὰς τὸ φωτοειδὲς ἢ ὡς ἐρυθρὰς τὸ πυρῶδες ἢ ὡς ξανθὰς τὸ χρυσοειδὲς ἢ ὡς χλοερὰς τὸ νεανικὸν καὶ ἀκμαῖον, καὶ καθ' ἕκαστον εἶδος εὑρήσεις ἀναγωγικὴν τῶν τυπωτικῶν εἰκόνων ἀνακάθαρσιν. Ἀλλ' ἐπειδὴ ταῦτα κατὰ δύναμιν ἡμῖν ἀρκούντως εἰρῆσθαι νομίζω, μετιτέον ἐπὶ τὴν ἱερὰν ἀνάπτυξιν τῆς τῶν οὐρανίων νοῶν ἱεροτύπου θηρομορφίας. <8> Καὶ τὴν μὲν λέοντος μορφὴν ἐμφαίνειν οἰητέον τὸ ἡγεμονικὸν καὶ