1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

23

ἀνομοιότατος, ἡνίοχος παντὸς καλοῦ, ἀδωροδόκητος, ἀγαθῶν ἀγαθώτατος, φρονίμων φρονιμώτατος· ἔστι δὲ καὶ πατὴρ εὐνομίας καὶ δικαιοσύνης, αὐτοδίδακτος, φυσικὸς καὶ τέλειος καὶ σοφὸς καὶ ἱεροῦ φυσικοῦ μόνος εὑρετής». τὰ δ' αὐτὰ καὶ Ὀστά1.10.53 νης φησὶ περὶ αὐτοῦ ἐν τῇ ἐπιγραφομένῃ Ὀκτατεύχῳ. πάντες δὲ τὰς ἀφορμὰς παρὰ τοῦ Τααύτου λαβόντες ἐφυσιολόγησαν, ὥσπερ πρόκειται. καὶ τὰ μὲν πρῶτα στοιχεῖα τὰ διὰ τῶν ὄφεων, ναοὺς κατασκευασάμενοι, ἐν ἀδύτοις ἀφιέρωσαν, καὶ τούτοις ἑορτὰς καὶ θυσίας ἐπετέλουν καὶ ὄργια, θεοὺς τοὺς μεγίστους νομίζοντες καὶ ἀρχηγοὺς τῶν ὅλων. τοσαῦτα καὶ περὶ τῶν ὄφεων.» 1.10.54 Ἀλλὰ γὰρ τὰ μὲν τῆς Φοινίκων θεολογίας τοῦτον περιέχει τὸν τρόπον· ἧς ἀμεταστρεπτεὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας 1.10.55 τὴν ἴασιν μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος. ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας τῶν τε παρ' ἑκάστοις ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὑτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων. τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία· ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι. 2.pin.t Β ΤΑ∆Ε ΤΟ ∆ΕΥΤΕΡΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ

ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ 2.pin.1 αʹ. Ἐπιτομὴ τῆς Αἰγυπτίων θεολογίας καὶ ὡς εἰς Ἕλληνας μετεκομίσθη ὅτι τε εὐλόγως τὴν τούτων ἁπάντων ἀποστροφὴν πεποιήμεθα βʹ. Περὶ τοῦ νεωτέραν εἰσῆχθαι τοῖς Ἕλλησιν τὴν παρ' αὐτοῖς θεολογίαν γʹ. Ἐπιτομὴ τῶν παρ' Ἕλλησι περί τε θεῶν καὶ τῶν παρ' αὐτοῖς ἡρώων μυθευομένων δʹ. Περὶ τῶν ἀπορρήτων τελετῶν καὶ τῶν κρυφίων μυστηρίων τῆς πολυθέου πλάνης εʹ. Τίσι λογισμοῖς τοῦ τὰ ὅμοια τοῖς Ἕλλησι περὶ θεῶν φρονεῖν ἀνεχρήσαμεν ʹ. Ἀνακεφαλαίωσις τῶν πρόσθεν εἰρημένων ζʹ. Περὶ τοῦ νεκρῶν εἶναι τάφους τὰ καλούμενα αὐτῶν ἱερὰ τῶν θεῶν ηʹ. Ὁποία τις ἦν ἡ τῶν παλαιῶν περὶ θεῶν δόξα θʹ. Περὶ τῆς Ἑλλήνων σεμνοτέρας δὴ καὶ φυσικωτέρας θεολογίας ιʹ. Ὅπως ὁ Πλάτων περὶ τῆς τῶν παλαιῶν θεολογίας ἐδόξαζεν ιαʹ. Περὶ τῆς κατὰ Ῥωμαίους θεολογίας Β Τὰ μὲν δὴ τῆς Φοινίκων θεολογίας τὸν προειρημένον περιέχει τρόπον· ἧς ἀμεταστρεπτεὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας τὴν ἴασιν 2.pref.2 μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος. ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν, ὡς ἂν αὐτοὶ φαῖεν, θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας τῶν τε παρ' ἑκάστοις ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη ἀπό τε τῆς τῶν λοιπῶν συγγραφέων καὶ δὴ καὶ τῶν νομιζομένων θεολόγων ὁμολογίας, δι' ἧς ἐμαρτύρησαν τοὺς παλαιοὺς καὶ πρώτους τὰ περὶ θεῶν συστησαμένους μηδὲν εἰς φυσικὰς ἀναφέρειν τροπολογίας μηδ' ἀλληγορεῖν τοὺς περὶ θεῶν μύθους, ἐπὶ μόνης δὲ τῆς λέξεως φυλάττειν τὰς ἱστορίας. 2.pref.3 ταῦτα γὰρ αἱ προπαρατεθεῖσαι τῶν εἰρημένων ἐδήλουν φωναί, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὑτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων. 2.pref.4