23
55 Βουλὴν οὖν ποιησάμενος, οἱ μὲν πλείους διαπε ρᾶσαι αὐτὸν τὸν Ἑλλήσποντον δέον ἔλεγον· οἱ δὲ πρὸς πάππου αὐτοῦ τοῦ βασιλέως Θεοδώρου, Μανουὴλ καὶ Μι χαὴλ οἱ Λασκάριες, οἷς προσεῖχε μᾶλλον τῇ τε γνησιότητι καὶ τῷ γήρει, οὐ χρεὼν διαπερᾶσαι τὸν βασιλέα ἐβούλευον. ἡ τῶν πλειόνων γοῦν ἴσχυσε βουλή. ὡς εἶχεν οὖν τάχους, τὴν Ἀδριανοῦ πέφθακε.
56 Κἀκεῖθεν ἔξεισι, καί τις τῶν Βουλγάρων κατοπτὴρ τὸν βασιλέα τῆς Ἀδριανοῦ ἐξιόντα τεθεαμένος δρομαῖος πρὸς τὸν βουλγαράρχην ἀφίκετο περὶ τὸν Ἕβρον σκηνοῦντο, καὶ τὸ δρᾶμα διασαφεῖ ὅρκοις, ἰδεῖν τὸν βασιλέα τὴν πρὸς τῇ πόλει τυγχάνουσαν τοῦ ποταμοῦ Ἕβρου γέφυραν δια βαίνοντα. γνοὺς δὲ καὶ ὁ βασιλεὺς τὴν τῶν Βουλγά ρων κατασκήνωσιν ἐπέτεινε τὴν ὁδόν. καὶ οἱ προάγοντες τοὺς φύλακας Βουλγάρων ξίφει καὶ ζωγρίᾳ ἑλόντες-ἔκ τινος φυγάδος διαμαθόντες πάντες ἔφυγον τούτων πρὸς τὰ ἐνδότερα, κατεδρύπτοντο δὲ τοῖς συνηρεφέσι τῶν δέν δρων. ἕωθεν δὲ τὸν τόπον ἔρημον φθάσας ὁ βασιλεὺς λελύπηται μέν, οὐκ εἶχε δ' ὅ, τι καὶ δράσειε. περὶ δὲ τὴν Βερρόην χωρεῖ καὶ αὐτοβοεὶ τὸ φρούριον εἷλε. καὶ τάχ' ἂν περὶ τὸν Αἷμον αὐτὸν καὶ τὰ ἐν αὐτῷ φρούρια ἐκεχω ρήκει, εἰ μὴ χειμὼν ἐκώλυσεν αὐτόν. πολλὴ γὰρ χιὼν τῆς γῆς τὸ πρόσωπον ἐπηλύγασεν. ἡμέρας γοῦν ἓξ διακαρτε ρήσας ὁ βασιλεύς, λείαν τὰ Βερρόης ποιησάμενος εἰς τὴν Ἀδριανοῦ ὑπέστρεψε.
57 Κἀκεῖθεν ἐπιλεξάμενος στράτευμα περὶ τὰ ἐν Ἀχριδῷ 57 φρούρια ἐπεπόμφει τὰ κρατηθέντα ὑπὸ Βουλγάρων, εἴ πως καὶ αὖθις τῇ τῶν Ῥωμαίων ὑπαχθεῖεν ἀρχῇ. ἐκεῖσε οὖν ἀφιγμένοι οἱ τῶν Ῥωμαίων ἡγήτορες ῥᾷον τῶν φρουρίων περιεγένοντο τῶν πλείστων. ἐπεὶ δὲ τὸ ἔαρ ἐπέλαμψε, προσ τάγματα ἧκον πρὸς τὸν Στρατηγόπουλον Ἀλέξιον ἐν Σέρραις, ἵνα κατὰ Τζεπαίνης ἀφίκοιντο. ὃ καὶ ἐποίησαν. ἀλλὰ μήτε πολεμίοις ἀξίοις ἐγκύρσαντες, κτύποις ἤχων κερατίνων δια θροηθέντες ἀκόσμως ἐχρήσαντο τῇ φυγῇ, πᾶσαν ἀποσκευὴν καὶ τοὺς πλείους τῶν ἵππων τοῖς Βουλγάροις ἀπολιπόντες.
58 Καὶ ὁ τοῦ Μελενικιωτικοῦ δὲ προεξάρχων στρα τεύματος ∆ραγωτᾶς τοὔνομα ἀποστασίαν φανερὰν μεμελέτηκε, καὶ συναγαγὼν στρατιὰν πλείστην παρεκάθισε Με λενίκον. ἐφύλαττον δὲ τοῦτον ὁ Νεστόγγος Θεόδωρος καὶ ὁ Ἄγγελος Ἰωάννης, οἳ καὶ γενναίως ἀντεῖχον. ὁ δὲ βασιλεὺς ἐς Σέρρας ἀφίκετο, καὶ ἐπεὶ ἐκπέπυστο τὴν τοῦ Ῥουπελίου δυσχωρίαν, καθ' ἣν ὁ Στρυμὼν ῥεῖ, Βουλγαρικῇ φυλάττεσθαι στρατιᾷ, οἳ καὶ πύλας ἐν αὐταῖς κατεσκεύασαν, σπουδῇ περὶ τὸν ἐκεῖσε χῶρον ἀφίκετο. ἀποκόψας οὖν στρατιὰν πεζαιτέρων ὑπὲρ κεφαλῆς τῶν Βουλγάρων βαδίζειν εἰς τὸ ὄρος προστέταχεν, ἱππεῦσι δὲ κατευθὺ τῶν πυλῶν τὴν μάχην ποιεῖν ἐκέλευσε. καὶ ἐπεὶ κατεῖδον οἱ Βούλγα ροι ἐκ μὲν ἄνωθεν ὀϊστοὺς βάλλοντας, κατεναντίον δὲ στα δαίαν οὖσαν τὴν μάχην, εἰς φυγὴν ἐτράποντο. καὶ τὸ βασιλικὸν ἐφείπετο στράτευμα καὶ πολλοὺς σπάθης ἔργον ἐποίησαν. οἱ δὲ λοιποὶ τὴν τοῦ βασιλέως ἔφοδον τοῖς Βουλγάροις ἀπήγγειλαν, οἳ καὶ διαταραχθέντες ὡς εἶχον ἕκαστος ἔφυγον. ἐπεὶ δὲ νὺξ ἦν ἀσέληνος τῇ φυγῇ καὶ δυσχερὴς ὁ τόπος, ἔνιοι μὲν ἔπιπτον τῶν ἵππων, ἕτεροι δ' αὐτοὺς κατεπάτουν, ἄλλοι τῶν ἐφεστρίδων ἀπεσφενδονοῦντο κατὰ κρημνῶν, ὡς ὀλίγους διασωθῆναι ἐς τὴν Βουλγάρων. καὶ ὁ ∆ραγωτᾶς δὲ ἵππων ποσὶν ἅπαν τὸ σῶμα συν τέθλαστο, καὶ τριταῖος τὴν αὐτοῦ ψυχὴν ἐξεφύσησεν. ὁ γοῦν βασιλεὺς τὸ ἄστυ καταλαβὼν ἀσπάσιος ὤφθη.
59 Καὶ ἀπάρας ἐκεῖθεν ἐς Θεσσαλονίκην ἀφίκετο. κἀκεῖ θεν τὸν Βαρδάριον διαπεράσας καὶ τὰ Βοδηνὰ παραμείψας ἐνόσησε νόσημα ἑδρικόν. διακαρτερήσας δ' ἐκεῖθεν μικρὸν περὶ τὸν Πρίλαπον ὥρμησεν. ἐκεῖθεν ἐς Βελεσὸν ἐχώρει, καὶ ἅμα τῷ φθάσαι ἐκεῖσε οἱ φύλακες τούτου ὅρκους λα βόντες ἐξῄεσαν. κἀκεῖθεν διὰ τῆς Νευσταπόλεως τὴν πο ρείαν ἐποιεῖτο. τὸ γοῦν τῆς Στρουμίτζης παραμείψαντες ἄστυ