∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ θεὸς γέγονεν θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον θεῖος, καὶ κατὰ πλεονασμὸν τοῦ η ἠδεῖος· ὥσπερ βαιὸν, ἠβαιόν· γέγονεν δὲ πάλιν ἀπὸ τοῦ ἔθος, ἐθεῖος, καὶ ἠθεῖος· ἢ ἀπὸ τοῦ ἦθος γέγονεν ἠθεῖος· σημαίνει δὲ φιλοφρόνησιν ἀπὸ νεωτέρου εἰς παλαιότερον. 217 9Ἠχήεισ9: Ἠχήεντος γὰρ ἡ γενικὴ, καὶ ἠχῆεν τὸ οὐδέτερον. 9Ἡρακλείη9: ∆ίφθογγος κατὰ τὴν παραλήγουσαν· ἀπὸ γὰρ τοῦ Ἡρακλῆς γίνεται Ἡρακλεῖος κτητικὸν διὰ τῆς ει διφθόγ-γου· καὶ λοιπὸν τὸ θηλυκὸν Ἡρακλεῖα διὰ τῆς ει διφθόγγου· οἷον, Ἡρακλεῖα χεῖρ· καὶ ἐκ τούτου γίνεται Ἡρακλείης, κατὰ μετάθεσιν τοῦ α εἰς τὸ η. 9Ἥπεροσ9: Ἥπειρος δὲ λέγεται ἡ γῆ· γράφεται δὲ τὸ μὲν η ἐκ τοῦ α τοῦ στερητικοῦ, ἄπερος γὰρ λέγεται κατὰ ἐτυμο λογίαν· τὸ δὲ πει δίφθογγος, ὅτι ἔχει ἀπὸ πρωτοτύπου φωνῆς τὸ ε· πέρας γὰρ οὐκ ἔχει, ἄπερός τις οὖσα καὶ ἤπειρος· φασὶν οἱ ∆ωριεῖς τρέπειν τὴν ει δίφθογγον εἰς τὸ η, ὥσπερ πλείων, πλήων· ἔστιν δὲ παρὰ τὸ α τὸ στερητικὸν μόριον καὶ τὸ πέρας. 9Ἡμεῖσ9: ∆ίφθογγος· ἄμες γὰρ λέγουσιν οἱ ∆ωριεῖς, καὶ ἄμμες οἱ Αἰολεῖς. 9Ἧξασ9: Ὁ κληθεὶς καὶ ἐπακούσας, η. 9Ἠνία9: Τὸ ἐπὶ τῶν λώρων διὰ τοῦ η γράφεται ἡ ἄρχουσα, παρὰ γὰρ τὸ ἀνύειν γέγονεν ἀνίον καὶ ἠνίον· καὶ γὰρ διὰ τῶν λώρων τῶν ἱππέων ἀνύομεν. 9Ἡμίσεια9: Ἀπὸ τοῦ ἥμισυς καὶ τὸ οὐδέτερον δῆλον ἐστὶν, ἡμίσεα γὰρ καὶ θήλεα. 9Ἥφαιστος· Ἡμισσαῖος· Ἡράκλειοσ9: ει· παρὰ γὰρ τὸκλέος. 9Ἤιομεν ὡς ἐκελεύσασ9: Ἀπὸ τοῦ εἴω τοῦ πορεύομαι, τροπῇ τοῦ ε εἰς η, καὶ ἔχει καὶ τὸ ι προσγεγραμμένον.
9Θίσ9: ∆ιὰ τοῦ ι· σημαίνει δὲ τὸν αἰγιαλὸν καὶ τὸν σωρόν· γράφεται δὲ διὰ
τοῦ ια ὡς δικατάληκτον. 9Θέτισ9: Ἀπὸ τοῦ Θέτις, Θέτιδος, καὶ Θέτιος, κατὰ ἀπο βολὴν τοῦ δ, καὶ Θέτιδι καὶ Θέτιι, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν, Θέτι. 9Θερσίτησ9: ι ὣς παρώνυμον· ἔστιν δὲ παρὰ τὸ θέρω, ὃ ση μαίνει τὸ θερμαίνω, ῥηματικὸν ὄνομα· θερμὸς γὰρ καὶ προπε τὴς ἦν· ἢ ἀπὸ τοῦ Θέρσου Αἰολίου γέγονεν Θερσίτης. 9Θρίαι9: Σημαίνει δὲ τὰς μαντικὰς ψήφους· γράφεται δὲ 218 διὰ τοῦ ι παρὰ τὸ τρισσόν· ἔστιν δὲ τὸ τρισσὸν διὰ τοῦ ι γραφόμενον, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ςσ δίφθογγος εὑρίσκε ται· οἷον, ἐλίσσω· μελίσσω· κισσός· χωρὶς τοῦ κρείσσων, καὶ τοῦ ῥήματος κρεισσῶ. 9Θρίναξ9: Σημαίνει δὲ τριενοειδὲς ἐργαλεῖον ἐργατικὸν, διὰ τοῦ ι δὲ γράφεται· παρὰ γὰρ τὸ τρι γέγονεν τρίναξ, καὶ θρίναξ, κατὰ μετάθεσιν τοῦ ψιλοῦ εἰς δασύ· καὶ πάλιν τὰ εἰς αξ διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς αξ ἀποστρέφονται τὴν ει δίφθογ γον κατὰ τὴν παραλήγουσαν· οἷον, Φαίαξ· κλίμαξ· κόραξ· θρί δαξ· πλὴν τοῦ μείραξ, καὶ τοῦ λείμαξ, σημαίνει δὲ τὸν λει μῶνα· καὶ τοῦ ἐν συνηθείᾳ λεγομένου λείαξ. 9Θρινακρία9: ∆ιὰ τοῦ ι· σημαίνει δὲ τὴν Σικελίαν· ὥσπερ οὖν ἀπὸ τοῦ Φρυγὸς γίνεται Φρυγία, καὶ κατὰ Φαίακος, Φαι ακία, οὕτως καὶ ἀπὸ θρίναξ, θρίνακος, Θρινακία, ἡ παράδοσις· τὸ ἐκ τριῶν συγκεῖσθαι ἄκρων λέγεται θρινακία, οἱονεὶ τρι νακρία τις οὖσα· καὶ γὰρ τρία ἀκρωτήρια ἔχει ἡ Σικελία· ἔστιν δὲ ταῦτα, Λιλύβαιον· Πάχυνον· Πέλωρον. 9Θρίψ9: Σημαίνει δὲ εἶδος σκώληκος, διὰ τοῦ ε γράφεται· καὶ γὰρ τὰ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφονται· Λίψ· αἰγιλίψ· Κίνυψ· Κύκλωψ· Πέλωψ· οὕτως καὶ θρὶψ διὰ τοῦ ι. 9Θριδακίνη9: ∆ιὰ τοῦ ι ἡ παραλήγουσα, τῷ λόγῳ τῶν διὰ τοῦ ινη· σημαίνει δὲ τὸ λάχανον, ὅπερ ἐν τῇ συνηθείᾳ θοδράκιον λεγέται· σημαίνει δὲ καὶ μαζόν. 9Θρία9: Σημαίνει δὲ τὰ τῆς συκῆς φύλλα, διὰ τοῦ ι γράφε ται· παρὰ γὰρ τὸ τρι γέγονεν, κατὰ μετάθεσιν τοῦ τ εἰς τὸ θ· καὶ γὰρ τὸ φύλλον τῆς συκῆς τριμερές ἐστιν. 9Θλίβω9: ι· τὰ γὰρ εἰς βω λήγοντα ῥήματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· πλὴν τοῦ στείβω· ἀμείβω· εἴβω, τοῦ ἐκ τοῦ λείβω γινομένου· εἴσιν δὲ παραδείγματα· στίλβω· βίβω· τρίβω· φέρβω· σέβω· βαβῶ σημαίνει δὲ τὸ καθεύδω· καὶ ἄλλως τὸ β κατὰ πάντα οὐ θέλει ἔχειν τὴν ει δίφθογγον προηγουμένην· οἷον, λίβανον· λίβας· κιβωτὸς, καὶ τὰ ὅμοια· εἰ δέ που εὑρέθῃ τὸ β ἔχον τὴν εἰ δίφθογγον προηγουμένην, γνῶθι 219 ὅτι ἐν ῥήματι ἐστὶν