1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

23

ἱερογλυφικοῖς, καὶ ἀποτεθέντων ἐν βίβλοις ὑπὸ τοῦ Ἀγαθοδαίμονος υἱοῦ τοῦ δευτέρου Ἑρμοῦ, πατρὸς δὲ τοῦ Τὰτ ἐν τοῖς ἀδύτοις τῶν ἱερῶν Αἰγύπτου, προσεφώνησε τῷ αὐτῷ Φιλαδέλ φῳ βασιλεῖ δευτέρῳ Πτολεμαίῳ ἐν τῇ βίβλῳ τῆς Σώθεος γράφων ἐπὶ λέξεως οὕτως. Ἐπιστολὴ Μανεθῶ τοῦ Σεβεννύτου πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον Βασιλεῖ μεγάλῳ Πτολεμαίῳ Φιλαδέλφῳ σεβαστῷ Μανεθῶ ἀρχιερεὺς καὶ γραμματεὺς τῶν κατ' Αἴγυπτον ἱερῶν ἀδύτων, γένει Σεβεννύτης ὑπάρχων Ἡλιουπολίτης, τῷ δεσπότῃ μου Πτολεμαίῳ χαίρειν. Ἡμᾶς δεῖ λογίζεσθαι, μέγιστε βασιλεῦ, περὶ πάντων ὧν ἐὰν βούλῃ ἡμᾶς ἐξετάσαι πραγμάτων· ἐπιζητοῦντί σοι περὶ τῶν μελλόντων τῷ κόσμῳ γίγνεσθαι καθὼς ἐκέλευσάς μοι παραφανήσεταί σοι ἃ ἔμαθον ἱερὰ βιβλία γραφέντα ὑπὸ τοῦ προπάτορος τρισμεγίστου Ἑρμοῦ. ἔρρωσό μοι δέσποτά μου βασιλεῦ. Ταῦτα περὶ τῆς ἑρμηνείας τῶν ὑπὸ τοῦ δευτέρου Ἑρμοῦ βιβλίων λέγει. μετὰ δὲ ταῦτα καὶ περὶ ἐθνῶν Αἰγυπτιακῶν πέντε ἐν λʹ δυναστείαις ἱστο ρεῖ τῶν λεγομένων παρ' αὐτοῖς θεῶν καὶ ἡμιθέων καὶ νεκύων καὶ θνητῶν, ὧν καὶ Εὐσέβιος ὁ Παμφίλου μνησθεὶς ἐν τοῖς χρονικοῖς αὐτοῦ φησιν οὕτως· «Αἰγύπτιοι δὲ θεῶν καὶ ἡμιθέων καὶ παρὰ τούτους νεκύων καὶ θνητῶν ἑτέρων βασιλέων πολλὴν καὶ φλύαρον συνείρουσι μυθολογίαν. οἱ γὰρ παρ' αὐτοῖς παλαιότατοι σεληναίους ἔφασκον εἶναι τοὺς ψʹ τριμη νιαίους τοὺς ἐνιαυτοὺς ἐξ ἡμερῶν λʹ συνεστῶτας, οἱ δὲ μετὰ τούτους ἡμίθεοι ὥρους ἐκάλουν τοὺς ἐνιαυτοὺς τοὺς ψʹ τριμηνιαίους.» Καὶ ταῦτα μὲν ὁ Εὐσέβιος μεμφόμενος αὐτοῖς τῆς φλυαρίας εὐλόγως συνέγραψεν, ὃν ὁ Πανόδωρος οὐ καλῶς, ὡς οἶμαι, ἐν τούτῳ μέμφεται, 42 λέγων ὅτι ἠπόρησε διαλύσασθαι τὴν ἔννοιαν τῶν συγγραφέων, ἣν αὐτὸς καινότερόν τι δοκῶν κατορθοῦν λέγει, ἐπειδὴ ἀπὸ τῆς τοῦ Ἀδὰμ πλάσεως ἕως τοῦ Ἐνώχ, ἤτοι τοῦ καθολικοῦ κοσμικοῦ ασπβʹ ἔτους οὔτε μηνὸς οὔτε ἐνιαυτοῦ ἀριθμὸς ἡμερῶν ἐγνωρίζετο, οἱ δὲ ἐγρήγοροι κατελθόντες ἐπὶ τοῦ καθολικοῦ κοσμικοῦ α ἔτους συναναστραφέντες τοῖς ἀνθρώ ποις ἐδίδαξαν αὐτοὺς τοὺς κύκλους τῶν δύο φωστήρων δωδεκαζῳδίους εἶναι ἐκ μοιρῶν τξʹ, οἱ δὲ ἀποβλέψαντες εἰς τὸν περιγειότερον μικρότερον καὶ εὐδηλότερον τριακονθήμερον σεληνιακὸν κύκλον ἐθέσπισαν εἰς ἐνιαυ τὸν ἀριθμεῖσθαι, διὰ τὸ καὶ τὸν τοῦ ἡλίου κύκλον ἐν τοῖς αὐτοῖς δώδεκα ζῳδίοις πληροῦσθαι ἐν ἰσαρίθμοις μοίραις τξʹ. ὅθεν συνέβη τὰ τῆς βασι λείας τῶν παρ' αὐτοῖς βασιλευσάντων θεῶν γενεῶν ςʹ ἐν δυναστείαις ςʹ ἔτη ἐν σεληνιακοῖς τριακονθημέροις κύκλοις παρ' αὐτοῖς ἀριθμεῖσθαι· ἃ καὶ συνῆξαν σελήνια αʹ α Ϡπεʹ, ἔτη ἡλιακὰ Ϡξθʹ· ταῦτα δὲ συναριθ μούμενα τοῖς πρὸ τῆς τούτων βασιλείας ἡλιακοῖς ανηʹ ἔτεσι συνάγουσιν ὁμάδα ἐτῶν βκζʹ. ὁμοίως δὲ κατὰ τὰς βʹ δυναστείας τῶν θʹ ἡμιθέων τῶν μηδέποτε γεγονότων ὡς γεγονότων ἔτη σιδʹ #171 σπουδάζει συνιστᾶν ἀπὸ τῶν ωνηʹ ὡρῶν, ἤτοι τροπῶν, ὡς γίνεσθαί φησι σὺν Ϡξθʹ αρπγʹ #171 ἔτη, καὶ συναπτόμενα τοῖς ἀπὸ Ἀδὰμ μέχρι τῆς τῶν θεῶν βασιλείας ανηʹ ἔτεσι συνάγειν ἔτη βσμβʹ ἕως τοῦ κατακλυσμοῦ. Καὶ ταῦτα μὲν ὁ Πανόδωρος τὰς κατὰ θεοῦ καὶ τῶν θεοπνεύστων γρα φῶν Αἰγυπτιακὰς συγγραφὰς συμφωνεῖν αὐταῖς ἀγωνίζεται δεικνύναι μεμ φόμενος τὸν Εὐσέβιον, μὴ εἰδὼς ὅτι καθ' ἑαυτοῦ καὶ τῆς ἀληθείας ἀπο δέδεικται ταῦτα αὐτοῦ τὰ ἀναπόδεικτά τε καὶ ἀσυλλόγιστα, εἴ γε, καθὼς προαποδέδεικται ἡμῖν ἐκ τῆς Γενέσεως, οὔτε Βαβυλὼν ἢ Χαλδαϊκὴ πρὸ τοῦ κατακλυσμοῦ οὔτε ἡ Αἴγυπτος πρὸ τοῦ Μεστρὲμ ἐβασιλεύθη, οἶμαι δ' ὅτι οὐδ' ᾠκίσθη, καθὼς ἡ προσηγορία τῆς χώρας ἕως καὶ νῦν κεκράτηκε κατὰ τὴν Ἑβραΐδα Μεστραία λεγομένη καὶ ἐν τῷ Ἑβραϊκῷ ἀντιγράφῳ. Αἴγυπτος γὰρ Ἑλληνιστὶ λέγεται κατά τινα συνήθειαν Ἑλληνικήν, ᾗ καὶοἱ ἑβδομήκοντα ἑρμηνευταὶ ἑπόμενοι οὕτως ἐξέδωκαν, μὴ εἰδότων ἀκούειν τὴν τῆς Αἰγύπτου προσηγορίαν τῶν αἰτησάντων τὰς ἑρμηνείας τῶν Ἑβραϊκῶν θείων γραφῶν, λέγω δὲ Πτολεμαίου τούτου τοῦ φιλολογωτάτου Φιλαδέλφου καὶ τῶν ἀμφ' αὐτόν, ἀλλ' ἢ μόνον Αἴγυπτον ἀπὸ