23
τι σύνοιδα εἰργασμένῳ. ἐξαμαρτάνειν μέντοι γε καὶ πάνυ πείθομαι τοιαῦτα, οἷον, εἴγε σοὶ μὲν οὐκ ἤρεσκε πρὸς κυνηγεσίαν ἀπελθεῖν, ἐγὼ δὲ ἀπῆλθον· εἰ ἐπὶ πλείονα χρόνον ἐχρησάμην ἵππῳ, σοὶ τούτου ἴσως οὐ καλῶς ἔχειν δοκοῦντος· ἢ εἰ δή τι τοιοῦτον ἕτερον· καὶ τοῦ 1.69 το δὲ οὐ προσταττόμενος παρὰ σοῦ, ἔπειτ' εἰς οὐδὲν τὸ ἐπίταγμα τιθέμενος ἐποίουν· ἀλλ' ἐγὼ μὲν ἐποίουν μηδὲν εἰδώς· σοὶ δ' ἴσως ἂν ἐμὲ ἁμαρτάνειν ἐδόκει. ᾧ δὴ καὶ πείθων ἐμαυτὸν ἀδικεῖν μηδὲν, κατὰ γνώμην, ἔλεγον, ἐμοὶ γένοιτ' ἂν ἐπὶ τοῦ κυρίου καὶ βασιλέως δίκης τυχεῖν, πρὸς οὓς ἐποιούμην τοὺς λόγους· εἰ γὰρ τοῦτο γένοιτο, πρὸς οὐδὲν μὲν τῶν ἐγκαλουμένων ἐλεγχόμενος αὐτὸς φανεῖσθαι· τὸν βασιλέα δὲ τὴν περὶ τοῦ ἁμαρτάνειν ἐμὲ ὑπόνοιαν ἀποθέμενον, τῆς ὀργῆς ἂν ὑφεῖναι. οἶσθα γὰρ αὐτὸς, ὦ βασιλεῦ, ὅτι μετὰ τὴν τοῦ ἐμοῦ βασιλέως καὶ πατρὸς τελευτὴν ἄχρι καὶ νῦν τοσαύτῃ χρώμενος ἐφαίνου τῇ μήνιδι κατ' ἐμοῦ, ὡς ἐπὶ τοσοῦτον χρόνον οὐδὲ λόγου γοῦν ἀξιῶσαί τινος· ὃ καὶ θανάτου βαρύτερον ἐμοὶ λογιζομένῳ, τοιαῦτ' ἐπῄει λέγειν, οἰομένῳ καιροῦ τινος πρὸς ἀπολογίαν τυχεῖν κατὰ τὸν ἐπικρατοῦντα νόμον ταῖς δίκαις. καίτοι γ' ἔφασκον ἐμὲ, πρὸς οὓς διελεγόμην, παντάπασιν ἁμαρτάνειν περὶ τῶν πραγμάτων γνώμης ὀρθῆς, εἰ τοῦ αὐτοῦ δικάζοντος ὄντος καὶ ἐγκαλοῦντος, ἐρήμην οὐκ οἴομαι ἁλώσεσθαι, ἀλλ' ἐλέγχων δεήσεσθαι καὶ ἀποδείξεων πρὸς τὴν καταδίκην. ἐγὼ δὲ οὐκ ἐπειθόμην. νυνὶ δ' ἐπὶ τῶν πραγμάτων, ὥσπερ ἔλεγον, συμβαῖνον ὁρῶν, πρὶν γὰρ εἰς λόγους ἥκειν, παρὰ σοὶ κριτῇ ταῖς ἁπάσαις ἑάλων, καὶ τεκμήριον ἀψευδὲς, εἰς ἣν κατεδικάσθην καθέδραν, νοῦν μὲν ἔσχον μόλις συνετωτέρους ἐκείνους ἐμαυτοῦ κρίνειν· βέλτιον δ' ἦν, ὥσπερ ἔπειθον ἐμαυτὸν ἐγὼ, οὕτω καὶ τὴν ἀπόβασιν ὀφθῆναι γενομένην τῶν πρα 1.70 γμάτων· ἐῶ γὰρ εἰπεῖν δίκαιον. ἐπεὶ δ' αἱ δυσπραγίαι τοσοῦτον ἔπνευσαν βαρὺ κατ' ἐμοῦ, ὥστε μοι καὶ τὰ πατρὸς σπλάγχνα τοσοῦτον ἐκπεπολεμῶσθαι, ὡς μηδὲ τῆς ὁτῳοῦν προσηκούσης ἐλευθερίας τυγχάνειν ἐπὶ τὸ τὰ ἐγκλήματα ἀπολύσασθαι, δέομαι τοῦ σοῦ κράτους, ὦ βασιλεῦ, μὴ πρότερον ψῆφον ἐξενεγκεῖν, πρὶν ἂν τὰ ἐγκλήματα, ἅπερ ἐμοῦ κατηγόρηκας, βασάνῳ δοκιμασθῇ. κἂν μέν τι φαίνωμαι τούτων ἐξειργασμένος, τὴν ἐσχάτην δοῦναι δίκην ἀποθανόντα· ἂν δ' ἐλεύθερος ἐκ πάντων τούτων ἀποδειχθῶ, ὅπερ οἶμαι καὶ σὲ βούλεσθαι καὶ δι' εὐχῆς ποιεῖσθαι, τότ' ἐξέσται πάλιν πατρί γε ὄντι σοὶ καὶ κυρίῳ πράττειν τὰ κατὰ γνώμην.» Τούτοις τοῖς λόγοις εἰς ὀργὴν ἐξαφθεὶς ἐπιπλέον ὁ πρεσβύτερος βασιλεὺς, τραχυτέρᾳ τοῦ δέοντος χρησάμενος τῇ φωνῇ, μὴ οἴεσθαι αὐτὸν ἔλεγε τῶν καλουμένων ἀπὸ Χριστοῦ. ὁ νέος δὲ Ἀνδρόνικος εὐθὺς πρὸς τὸν τοιοῦτον ἀπαντῶν λόγον, «κράτιστε βασιλεῦ» ἔφη «τῶν ἐμοὶ νῦν ἐπενεχθέντων ἐγκλημάτων πολλῶν ὄντων καὶ χαλεπῶν, ἔτι καὶ πλείω καὶ χαλεπώτερα σοῦ προτάξαντος ἤνεγκα ἂν σιγῇ. ὃ δὲ νῦν ἔφης, μὴ οἴεσθαί με Χριστιανὸν, τοσοῦτον ἀπέχω τοῦ σιγῇ φέρειν ἢ πρὸς ἐμὲ εἰρῆσθαι νομίζειν, ὥστ' ἐμπίδος ἤ τινος τῶν φαυλοτέρων τὴν φωνὴν ταύτην νομίζω. ἀλλ' εἰ καὶ αὐτός, φημι, οὐχ ἡγῇ με Χριστιανὸν, ἀλλ' ὅγε τὸ σεβάσμιον αὐτοῦ αἷμα ὑπὲρ ἐμοῦ φιλανθρώπως ἐκχέας Χριστὸς, ὑπὲρ οὗ καὶ αὐτὸς ἕτοιμος εἶναι τὸ ἴδιον ἀποδοῦναι, καιροῦ καλοῦντος, θαῤῥούντως φημὶ, ἑαυτοῦ καὶ οἴεταί με καὶ ὀνομάζει. καί 1.71 τις χρεία τοιούτων λόγων; εἰ μὲν δικάζεις, δίκαζε κατὰ νόμους, εἰ δὲ πρὶν δικάσαι καταψηφίζῃ, οὐδὲν ἢ δίκας λοιπὸν λαμβάνειν. πράττε τοιγαροῦν ἅ σοι κεχαρισμένα· χάριτας δέ σοι τὰς μεγίστας ὁμολογῶ τῷ καὶ λέγειν καὶ πράττειν ἐπὶ τῶν παρόντων τουτωνὶ, ἃ δὴ καὶ λέγεις καὶ πράττεις. ἐμοὶ γὰρ ἄν τι καὶ τῶν ἀδοκήτων ἀπό γε τοῦ νῦν ἐπίῃ, οὐ σφόδρα λυπήσει, πολλοὺς ἔχοντι μάρτυρας τῆς ἀδικίας. ιεʹ. Ἔνδον μὲν οὖν τοιαῦτα παρ' ἀμφοῖν τοῖν βασιλέοιν ἐλέχθη. ὁ μέγας δὲ δομέστικος καὶ ὁ πρωτοστράτωρ ἐν τῷ ἐξωτέρῳ, καθάπερ ἔφθημεν εἰπόντες, διατρίβοντες οἴκῳ, καὶ τοῦ πρεσβυτέρου βασιλέως τραχύτερον ἀκούσαντες φθεγξαμένου, ἐπὶ κακῷ τε τοῦ νέου βασιλέως τὴν τραχύτητα τῆς φωνῆς οἰηθέντες εἶναι, ἐκινήθησαν μὲν ὅθεν ἐκάθηντο, καὶ