23
διαφθείρεται, καὶ αἱ πόλεις ἑάλωσαν καὶ οἱ ἐνοικοῦντες ἀπώλοντο. ̓Εκεῖθεν δὲ Μωυσῆς τὴν δύναμιν κατὰ τὸ μέγα πεδίον αγει καὶ στρατοπεδεύει ̔Ιεριχοῦντος εναντι. πόλις δ' ἐστὶν εὐδαίμων αυτη, φοίνικάς τε φέρουσα καὶ βάλσαμον νεμομένη. Βαλὰκ δὲ ὁ τῶν Μωαβιτῶν βασιλεὺς μετακαλεῖται τὸν μάντεα Βαλαάμ, οπως ἐπ' ὀλέθρῳ τῶν ̓Ισραηλιτῶν ἀρὰς ποιήσῃ παραγενόμενος. καὶ ὁ μὲν ἀπῄει, κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ ἡ ονος, ῃ ὁ Βαλαὰμ ἐπωχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος οὐ προέβαινεν οὐδὲ ταῖς πληγαῖς ἐνεδίδου, φωνήσασα δ' ἀνθρωπίνως κατὰ θείαν βούλησιν, αδικον ἐκάλει τὸν δεσπότην πληγὰς αὐτῇ ἐπιφέροντα καὶ μὴ συνιέντα οτι ἐκ θεοῦ οις εσπευσεν ὑπηρετεῖν ειργεται. ταραττομένου δ' αὐτοῦ διὰ τὴν ἀνθρωπίνην φωνήν, ἐπιφανεὶς ὁ αγγελος αὐτὸς τὴν ὁδὸν ελεγε κωλύειν τῷ κτήνει· βουλόμενον δ' ἀναστρέφειν χωρεῖν προσωτέρω παρώρμησεν, καὶ ο αν ἐκ θεοῦ ἐμπνευσθείη, τοῦτο λέγειν. καὶ ὁ μὲν ηκει πρὸς τὸν Βαλάκ, καὶ εἰς ορος ἀχθείς, ἑπτά τε ταύρους ὁλοκαυτώσας καὶ τοσούτους κριούς, ὡς ειδε τροπὴν σημαινομένην, οὐ μόνον οὐ κατηύξατο τῶν ̔Εβραίων, ἀλλ' ἐπιθειάσας αὐτούς τε καὶ τὸ γένος απαν αὐτῶν εὐλόγησε καὶ ἐξύμνησε. τοῦ δὲ Βαλὰκ δυσχεράναντος ἐπὶ τούτοις εφη ὁ Βαλαὰμ "οὐκ ἐφ' ἡμῖν περὶ τῶν τοιούτων σιγᾶν η λέγειν 1.58 ἐστίν, ω βασιλεῦ, ἀλλ' οτε ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα, ας ἐκεῖνο βούλεται φωνὰς ἀφίησι δι' ἡμῶν. ἐμοὶ δὲ χαρίζεσθαι βουλομένῳ σοι βωμὸν αυθις ἑτοιμαστέον καὶ θύματα." θύει τοίνυν καὶ πάλιν, καὶ πεσὼν ἐπὶ στόμα προύλεγεν οσα τε βασιλεῦσιν εσται πάθη καὶ οσα ταῖς πόλεσι. Βαλὰκ δὲ ἀτίμως ἀποπέμπει τὸν Βαλαάμ. ειτα τὰς παρθένους ἐπιπέμπει τοῖς ̓Ισραηλίταις κατὰ τὴν συμβουλὴν Βαλαάμ, αις οἱ τῶν ̔Εβραίων νέοι ἡλίσκοντο καὶ ταύταις συνῄεσαν, ὡς διὰ παντὸς ηδη τοῦ στρατοῦ τὴν παρανομίαν χωρεῖν, ερωτι τῶν Μαδιανιτίδων γυναικῶν θεοῖς αὐτῶν τῶν νέων θυόντων καὶ ἀσυνήθων γευομένων τροφῶν. Μωυσῆς δὲ εἰς ἐκκλησίαν ἀγαγὼν τὸν λαόν, οὐκ αξια δρᾶν ἑαυτῶν οὐδὲ τῶν πατέρων τοὺς νέους ελεγε, καὶ ἐπειρᾶτο τούτους ἐπανορθοῦν. Ζαμβρὴς δὲ φύλαρχος ων φυλῆς τῆς Συμεωνίτιδος, καὶ Μαδιανίτιδι συνοικῶν καὶ περιμανῶς ἐκείνης ἐρῶν, Μωυσέως κατηναιδεύσατο, καὶ μὴ αν ποτε τὴν γυναῖκα καταλιπεῖν διωμόσατο. ὁ Φινεὲς δὲ τοῦ ἀρχιερέως ων παῖς ̓Ελεάζαρ περιαλγήσας οὐκ ἀνῆκε παίων τῇ ῥομφαίᾳ τὴν Μαδιανῖτιν καὶ τὸν Ζαμβρὴν εως καὶ αμφω ἀπέκτεινεν. ον καὶ αλλοι νέοι, οις ἀρετῆς εμελε, μιμησάμενοι ἀνῄρουν τῶν νέων τοὺς ἐπὶ γυναιξὶν ἀλλοφύλοις παρανομήσαντας. ἀπόλλυνται ουν ανδρες οὐκ ἐλάττους μυρίων καὶ τετρακισχιλίων. ἐντεῦθεν παροξυνθεὶς Μωυσῆς κατὰ τῶν Μαδιανιτῶν ἐξέπεμψε στρατιάν, στρατάρχην αὐτῆς ἀποδείξας τὸν Φινεές. καὶ μάχης συστάσης οι τε βασιλεῖς αὐτῶν πίπτουσιν, οντες πέντε, καὶ πλῆθος αγαν πολύ. οἱ δὲ ̔Εβραῖοι τὴν χώραν αὐτῶν διηρπάκασι, καὶ τοὺς οἰκήτορας σὺν γυναιξὶ διαφθείραντες μόνας τὰς παρθένους κατέλιπον εἰς τρισμυ1.59 ρίας καὶ δισχιλίας ἀριθμουμένας, ας τοῖς ἱερεῦσί τε καὶ Λευίταις καὶ τῷ λαῷ διένειμε Μωυσῆς. γηραιὸς δὲ τυγχάνων διάδοχον ἑαυτοῦ κατέστησε τὸν τοῦ Ναυῆ ̓Ιησοῦν, κελεύσαντος τοῦ θεοῦ. Αἱ φυλαὶ δὲ Γάδ τε καὶ ̔Ρουβὶμ καὶ τῆς τοῦ Μανασσῆ ἡ ἡμίσεια ἐδέοντο Μωυσέως τὴν τῶν ̓Αμορραίων γῆν προσκληρῶσαι αὐτοῖς. ὁ δὲ δειλοὺς αὐτοὺς ἀπεκάλει καὶ μὴ θέλοντας τῆς πρὸς Χαναναίους μάχης κοινωνῆσαι τοῖς ὁμοφύλοις. ἀπελογοῦντο δ' ἐκεῖνοι μὴ τοῦτο ειναι, ἀλλὰ πλήθει βοσκημάτων εὐθηνουμένους βούλεσθαι ταῦτα παρὰ τῇ χώρᾳ καταλιπεῖν, ἀγαθῇ τυγχανούσῃ πρὸς τετραπόδων τροφήν, ιν' ειεν αὐτοὶ πρὸς τοὺς ἀγῶνας τοῖς ὁμογενέσι συναπαίροντες ευζωνοι. ἐπῄνεσε ταῦτα Μωυσῆς καὶ τὴν ̓Αμορῖτιν αὐτοῖς προσεκλήρωσεν ἐπὶ τοιαύταις συνθήκαις. Τεθνηκότος δέ τινος ἐκ τῆς τοῦ Μανασσῆ φυλῆς ἐπὶ θυγατράσι μόναις, ἐρωτηθεὶς Μωυσῆς τίνος ὁ ἐκείνου κλῆρος εσοιτο, ἀπεκρίνατο "εἰ μέν τισι τῶν φυλετῶν συνοικήσουσιν αἱ παρθένοι, μετὰ τοῦ κλήρου πρὸς ἐκείνους χωρείτωσαν· εἰ δὲ μνηστεύοιντό τισιν ἐξ ἑτέρας