23
θρηνητικὸν, περισπώμενον καὶ ψιλούμενον, ο καὶ διπλασιάζεται· αι αι τάλαινα θηλαμὼν κεκαυμένη. Αι. σημαίνει τὸ ειθε. ἰστέον, τὸ αι γέγονεν ἐκ τοῦ ει, εὐκτικοῦ ἐπιῤῥήματος. εστι γὰρ ει, ο σημαίνει τὸ ειθε. τοῦτο τὸ ει γίνεται αι, τοῦ ˉε τραπέντος εἰς αλφα. Αἰδημόνωσ. ἀντὶ τοῦ αἰδεσίμως. Αἰεί. ἀντὶ τοῦ ἀεί. αἰεὶ γὰρ ἡ γυνή σ' εχει διὰ στόμα. ἀντὶ τοῦ διὰ στόματος. Αἰεὶ εστω. ̓Αντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ωσπερ καὶ, εστω ευ, ἡ εὐδαιμονία καλεῖται. ἡ λέξις ∆ιογενιανοῦ. ἐν ἀληθείας δευτέρῳ τοῦ ̓Αντιφῶντος. alpha.97 Αἰέν. διαπαντός. ̓Αιεί. ὁμοίως. Αἰνιγματωδῶσ. δυσχερῶς, ἀσαφῶς. Αἰβοῖ. ἀντὶ τοῦ φεῦ. ̓Αΐγθην. ὁρμητικῶς, ἐπίῤῥημα μεσότητος. παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ. ̓Αϊδρῶσ. διαφανῶς, η ἀπείρως. ̓Αϊδῶσ. ἀκαταλήπτως. Αιθ' οφελεν. παραλλήλως τὰ εὐκτικὰ κείμενα μόρια κατὰ τοῦτο διαφέρουσιν, οτι τὸ μέν ἐστιν ἀπαρέμφατον πρόσωπον ηγουν μηδὲν ἐμφαῖνον· τὸ δὲ οφελον τὰ πρόσωπα ἐμφαίνει. αιθ' οφελες θανέειν η πανύστατον ὀρχήσασθαι. παρὰ τῆς γλαυκὸς τοῦτο· ην οταν λάβωσι τὰ παιδία, περιάγουσιν· ἡ δὲ μὴ βλέπουσα δι' ἡμέρας, ωσπερ ὀρχεῖται. Αικεν πωσ. ἐάν πως. Αἰκέποθι. ἐάν ποτε. Αἰνόθεν. ἀντὶ τοῦ αἰνῶς, λίαν, δεινῶς, ἐκ δεινοῦ. τὸ γὰρ αἰνόθεν γενική. Αιψα. ἀντὶ τοῦ ταχέως. Αιψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι. γίνεται δὲ κατὰ στέρησιν τοῦ ιψαι, τοῦ σημαίνοντος τὸ βλάψαι· τὸ γὰρ βλάπτον καὶ ἐμποδίζειν ἀνάγκη. τὸ δὲ ἀνεμπόδιστον ταχὺ γίνεται. η παρὰ τὸ αψω, αιψα. δοκεῖ γὰρ τὸ ταχέως γινόμενον ἀλλήλων απτεσθαι κατὰ συνέχειαν. alpha.98 Τὸ Α μετὰ τοῦ Κ. ( ̓Αρσενικόν.) ̓Ακάθαρτοσ. ὁ ἁμαρτωλός. ἀκάθαρτος γὰρ τὴν ψυχὴν ογε κακός· καθαρὸς δὲ ὁ ἐναντίος. ̓Ακαθαίρετοσ. ὁ ἀκατάβλητος. πύργος ἀκαθαίρετος. ̓Ακαμπίασ. ὁ εὐθύδρομος. ἀκάμπιος δρόμος ὁ μακρὸς καὶ δι' εὐθείας περίπατος. ̓Ακαρίδιοσ. βραχύτατος. ἀκαρίδιος ὁ ἀνθρώπινος βίος, καὶ μετ' ὀλίγον πάντ' ἐξετάθημεν. ̓Ακατάβλητον. ἀήττητον. παρὰ τὸ μὴ καταβάλλειν. οὐ γάρ που τότ' ἐξεπίστατο Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον. ουτως ̓Αριστοφάνης. ̓Ακαταῖοσ. ιππος ὠνομασμένος. ̓Ακαταιτίατοσ. ὁ ἀναίτιος. ̓Ακατίροισ. ἐθνικόν. ̓Ακεανόσ. ειδος ὀσπρίου. ̓Ακαλόσ. ὁ ησυχος· ο ἐστιν ηκα τὸ ἠρέμα καὶ ἡσύχως. ἐκ τούτου γίνεται παράγωγον ηκαλος, ὡς πέμπω, πέμπελος, καὶ κατὰ συστάδην ἀκαλός. ̓Ακαλαρείτησ. ὁ ἡσύχως ῥέων. παρὰ τὸ ακηλον καὶ ηκαλον, τὸ ησυχον. τὰ παρὰ τὸ ῥέω διὰ τῆς ˉεˉι διφθόγγου γράφεται. Ακερως βοῦσ. ὁ μὴ εχων κέρατα. ̓Ακέσιοσ. ἐπίσκοπος Ναυατιανῶν, ος παρῆν ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου. ̓Ακειροκόμησ. ὁ τὴν κόμην μὴ κειρόμενος. κείρω γὰρ τὸ κόπτω. ̓Ακέφαλοσ. ατιμος. καὶ παροιμιωδῶς ἀκέφαλος μῦθος ἐπὶ τῶν ἀτελῆ λεγόντων ειρηται. alpha.99 ̓Ακέστωρ. ὁ θεραπευτὴς, ἰατρός· ακος γὰρ ἡ θεραπεία. ̓Ακεσώδυνοσ. ὁ ἰατρὸς, ὁ θεραπευτὴς, ὁ τὰς ὀδύνας παύων καὶ θεραπεύων. ̓Ακήδεστοι. μηδεμιᾶς φροντίδος τυχόντες. η αταφοι, παρὰ τὸ μὴ εχειν κηδεμονίαν. ἐκ τοῦ κήδω ὁ μέλλων κηδῶ. καὶ μετάγεται εἰς ἐνεστῶτα, ὁ μέλλων κηδεύσω, ὁ παρακείμενος κεκήδευκα, ὁ παθητικὸς κεκήδευμαι, κεκήδευσαι, κηδευτὸς καὶ ἀκήδευτος. ̓Ακηδήσ. αταφος, ἀμελής. οἱ δὲ ̔Ρωμαῖοι τοὺς ἑαυτῶν πολεμίους ἀκηδεῖς οὐχ ὑπέμειναν παριδεῖν. ̓Ακροσφαλήσ. ὁ ἑτοιμόπτωτος. ̓Ακερσοκόμησ. ὁ μὴ κείρων τὴν κόμην. παρὰ τὸ κείρω, ὁ μέλλων αἰολικῶς κέρσω, καὶ τὴν κόμην γίνεται κερσοκόμης, διὰ τοῦ ˉο μικροῦ. πᾶς γὰρ ἐνεστὼς ἐν πρώτῳ προσώπῳ λαβὼν συνήθειαν, τρέπει τὸ ˉω μέγα εἰς ˉο μικρόν. λείπω, λειποτάκτης· μίξω, μιξοπόλιος. ̓Ακινάκησ. σπαδομάχαιρον, ῥηκτάριον δόρυ η ἀκόντιον Περσικόν. παρὰ τὸ ἀκὴ, ο σημαίνει τὴν ὀξύτητα, η παρὰ τὸ ἀκίδιον, ἀλλήλοις συντεθέντων τῶν δύο ὁμοιοσήμων. καὶ δῆλον οτι ἐτράπη τὸ ˉδ εἰς τὸ ˉν. ὡς ἐπὶ τοῦ ̓Εριχθεὺς ̓Εριχθέος καὶ ̓Εριχθόνιος, παρὰ τὸ τὴν εραν καὶ τὴν χθόνα. η παρὰ τὸ ὠκὺς καὶ τὴν ἀκὴν γίνεται ἀκινάκης. ̓Ακήρατοσ. αἰώνιος, αφθαρτος. παρὰ τὸ γῆρας γήρατος, καὶ μετὰ τοῦ στερητικοῦ ˉα, ἀγήρατος καὶ ἀκήρατος, ὁ μὴ γηρῶν. ̓Ακαιροβόασ. ὁ λάλος. ̓Ακιδνόσ. ὁ ἀσθενής. παρὰ τὸ κινῶ