1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

23

δὲ τὸ δέλτα, καὶ τὸ ει, καὶ τὸ λάμβδα, καὶ τὸ ταῦ, καὶ τὸ ἄλφα· καὶ ταῦτα πάλιν τὰ γράμματα δι' ἄλλων γράφεται γραμμάτων, καὶ τὰ ἄλλα δι' ἄλλων. Εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων, καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μεῖζον εἶναι τὸ πέλαγος τῶν γραμμάτων; Καὶ εἰ τὸ ἓν γράμμα οὕτως ἄπειρον, ὅρα ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὧν τὸν προπάτορα ἡ Μάρκου Σιγὴ συνεστάναι ἐδογμάτισε. ∆ιὸ καὶ τὸν Πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὑτοῦ, δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ Αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾷν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν. 1.8.4 Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν τετρακτὺν εἰπεῖν· θέλω δέ σοι καὶ αὐτὴν ἐπιδεῖξαι τὴν Ἀλήθειαν. Κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν' ἐσίδῃς αὐτὴν γυμνὴν, καὶ καταμάθοις Η. καταμάθῃς τὸ κάλλος αὐτῆς· ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης, καὶ θαυμάσῃς τὸ φρόνημα αὐτῆς. Ὅρα οὖν κεφαλὴν ἄνω, τὸ ἄλφα καὶ τὸ ω, Η. τὸ πρῶτον ἄλφα ω τράχηλον δὲ β καὶ ψ, ὤμους ἅμα χερσὶ γ καὶ χ, στήθη δ καὶ φ, διάφραγμα Η. φράγμα ε καὶ υ, νῶτον Η. κοιλίαν ζ καὶ τ, κοιλίαν Η. αἰδοῖα η καὶ σ, μηροὺς θ καὶ ρ, γόνατα ι καὶ π, κνήμας κ καὶ ο, σφυρὰ λ καὶ ξ, πόδας μ καὶ ν. Τοῦτό ἐστι τὸ σῶμα τῆς κατὰ τὸν μάγον Ἀληθείας· τοῦτο τὸ σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. Καὶ καλεῖ τὸ στοιχεῖον τοῦτο Ἄνθρωπον· εἶναί τε πηγήν φησιν αὐτὸ παντὸς λόγου, καὶ ἀρχὴν πάσης φωνῆς, καὶ παντὸς ἀῤῥήτου ῥῆσιν, καὶ τῆς σιωπωμένης Σιγῆς στόμα. Καὶ τοῦτο μὲν τὸ σῶμα αὐτῆς. Σὺ δὲ μετάρσιον ἐγείρας τὸ Η. adj. τῆς διανοίας νόημα, τὸν αὐτογεννήτορα καὶ πατροδότορα Η. γεννήτορα καὶ προπάτορα λόγον ἀπὸ στομάτων Ἀληθείας ἄκουε. 1.8.5 Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν, καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα γενέσθαι Η. εἶναι τοῦτο, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν· ὃ καὶ ὀνομάσασαν αὐτὴν παρ' αὐτῇ Η. παραυτίκα σιωπῆσαι, καὶ σιωπήν. Προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖόν τι μέλλειν αὐτὴν λέγειν, πάλιν ἡ τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον, φησίν· ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας· οὐ τοῦθ', ὅπερ οἶδας καὶ δοκοῖς, παλαιόν Η. l. δοκεῖς ἔχειν, πάλαι ἐστιν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα, ἓξ ὢν Η. l. ἔχον γράμματα, ὑπὸ πάντων τῶν τῆς κλήσεως γινωσκόμενον. Τὸ δὲ παρὰ τοῖς Αἰῶσι τοῦ Πληρώματος πολυμερὲς τυγχάνον, ἄλλης ἐστὶ μορφῆς, καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ' ἐκείνων τῶν συγγενῶν, ὧν τὰ μεγέθη παρ' αὐτῶν Η. αὐτῷ ἐστι διαπαντός. 1.8.6 Ταῦτ' οὖν τὰ παρ' ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀποῤῥοίας ὑπάρχειν γίνωσκε τῶν τριῶν δυνάμεων εἰκονικὰς, τῶν περιεχουσῶν Η. habet ἐμπεριεχουσῶν τὸν ὅλον τῶν ἄνω στοιχείων τὸν ἀριθμόν. Τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας, διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν ἀῤῥήτους καὶ ἀνεκλαλήτους. Τὰ δὲ ἡμίφωνα ὀκτὼ, ὄντα τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων· καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόῤῥοιαν, τῶν δ' ὑπὲρ αὐτὴν Η. l. ὑπ' αὐτὰ τὴν ἀναφοράν. Τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου φωνὴ προελθοῦσα, ἐμόρφωσε τὰ ὅλα. Ὁ γὰρ ἦχος τῆς φωνῆς μορφὴν αὐτοῖς περι εποίησεν. Ἔστιν Η. οὖν ὁ μὲν Λόγος ἔχων καὶ ἡ Ζωὴ τὰ ὀκτὼ, ὁ δὲ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία τὰ ἑπτὰ, ὁ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ ἐννέα. Ἐπειδὴ Η. Ἐπὶ δὲ τουὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθε, πεμφθεὶς Η. ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ' οὗ ἐχωρίσθη ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν πληρωμάτων ἑνότης ἰσότητα ἔχουσα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν. Καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν· καὶ ἐγένοντο οἱ Η. τρεῖς τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες· οἵτινες τρεῖς ἐφ' ἑαυτοὺς ἐλθόντες,