ὀνόματος κηρυττομένην· δεδιὼς γὰρ τὴν τοῦ θεοῦ δωρεὰν πνεῦμα ἅγιον ὀνομάζειν, ἵνα μὴ δόξῃ τῇ τῶν προφητῶν ἑπό μενος διδασκαλίᾳ ἐχθρὸς Ἑλλήνων εἶναι, τὸ μὲν ἄνωθεν αὐτὸ παρὰ θεοῦ κατιέναι ὁμολογεῖ, οὐ μὴν πνεῦμα ἅγιον ἀλλὰ ἀρε τὴν ὀνομάζειν αὐτὸ ἠξίου. Oὕτω γὰρ πρὸς τὸν Μένωνα ἐν τῷ περὶ ἀναμνήσεως λόγῳ, πολλὰ πρότερον περὶ τῆς ἀρετῆς ζητήσας, πότερόν ποτε διδακτὸν ἡ ἀρετὴ ἢ οὐ διδακτὸν ἀλλ' ἀσκητόν, ἢ οὔτε ἀσκητὸν οὔτε μαθητὸν ἀλλὰ φύσει παραγινό μενον τοῖς ἀνθρώποις ἢ ἄλλῳ τινὶ τρόπῳ, ὕστερον αὐταῖς λέξεσιν οὕτως ἀποφαίνεται λέγων· Eἰ δὲ νῦν ἡμεῖς ἐν παντὶ τῷ λόγῳ τούτῳ καλῶς ἐζητήσαμέν τε καὶ ἐλέγομεν, ἀρετὴ ἂν εἴη οὔτε φύσει οὔτε διδακτόν, ἀλλὰ θείᾳ μοίρᾳ παρα γινομένη ἄνευ νοῦ οἷς ἂν παραγίνηται. Ταῦτα, οἶμαι, σα φῶς παρὰ τῶν προφητῶν περὶ τοῦ ἁγίου πνεύματος μεμαθη κὼς Πλάτων, εἰς τὸ τῆς ἀρετῆς ὄνομα μεταφέρων φαίνεται· ὁμοίως γὰρ ὥσπερ οἱ ἱεροὶ προφῆται τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα εἰς ἑπτὰ πνεύματα μερίζεσθαί φασιν, οὕτως καὶ αὐτός, μίαν καὶ τὴν αὐτὴν ὀνομάζων ἀρετήν, ταύτην εἰς τέσσαρας ἀρετὰς μερίζεσθαι λέγει, τοῦ μὲν ἁγίου πνεύματος οὐδαμῶς μνημο νεύειν ἐθέλων, διὰ δέ τινος ἀλληγορίας τὰ ὑπὸ τῶν προφητῶν περὶ τοῦ ἁγίου πνεύματος εἰρημένα ἀπαγγέλλων σαφῶς. Oὕτω γὰρ πρὸς τῷ τέλει τοῦ λόγου πρὸς τὸν Μένωνα ἔφη· Ἐκ μὲν τοίνυν τούτου τοῦ λογισμοῦ, ὦ Μένων, θείᾳ μοίρᾳ φαίνεται ἡμῖν παραγινομένη ἡ ἀρετὴ οἷς ἂν παραγίνηται· τὸ δὲ σαφὲς παρ' αὐτοῦ εἰσόμεθα τοῦτο, ὁποίῳ τινὶ τρόπῳ τοῖς ἀνθρώ ποις παραγίνεται ἀρετή, ὅταν πρότερον ἐπιχειρήσωμεν αὐτὸ καθ' αὑτὸ ζητεῖν, τί ποτέ ἐστιν ἀρετή. Ὁρᾶτε ὅπως τὴν ἄνω θεν κατιοῦσαν δωρεὰν ἀρετὴν μόνον ὀνομάζει· ἔτι δὲ ζητήσεως ἄξιον εἶναι νομίζει, πότερόν ποτε ἀρετὴν ἢ ἕτερόν τι αὐτὸ ὀνομάζεσθαι προσήκει, δεδιὼς αὐτὸ φανερῶς ἅγιον ὀνομάζειν πνεῦμα, ἵνα μὴ δόξῃ τῇ τῶν προφητῶν ἕπεσθαι διδασκαλίᾳ. Πόθεν δὲ μαθὼν ὁ Πλάτων τὸν χρόνον μετ' οὐρανοῦ γεγενῆσθαι ἔγνω; Oὕτω γὰρ γέγραφε· Χρόνος δ' οὖν μετ' οὐρανοῦ γέγονεν, ἵνα ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις αὐτῶν γίνηται. Oὐχὶ καὶ τοῦτο ἀπὸ τῆς θείας Μωϋ σέως ἱστορίας μεμαθηκώς; Ἔγνω γὰρ ὅτι ἡ τοῦ χρόνου γένεσις ἔκ τε ἡμερῶν καὶ μηνῶν καὶ ἐνιαυτῶν τὴν ἀρχὴν τῆς συστάσεως εἴληφεν. Ὡς οὖν τῆς πρώτης ἡμέρας, τῆς μετ' οὐρανοῦ γε νομένης, ἀρχὴν τοῦ παντὸς χρόνου παρεσχηκυίας (οὕτω γὰρ Μωϋσῆς γέγραφεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· εἶτα παραυτὰ συνάπτει λέγων· Καὶ ἐγένετο ἡμέρα μία, ὡς ἀπὸ μέρους τὸν πάντα σημαίνων χρόνον), ὁ Πλάτων τὴν ἡμέραν ὀνομάζει χρόνον, ἵνα μὴ δόξῃ ἡμέρας μεμνημένος, ὡς πάντη τοῖς Μωϋσέως ἑπόμενος ·ητοῖς, παρὰ Ἀθηναίοις κατηγορεῖσθαι. Πόθεν δὲ καὶ περὶ λύσεως οὐρανοῦ φαντα σθεὶς οὕτω γέγραφεν; Oὐχὶ καὶ τοῦτο παρὰ τῶν ἱερῶν προ φητῶν μεμαθηκὼς καὶ οὕτως εἰρῆσθαι ὑπ' αὐτῶν νομίσας; Eἰ δὲ καὶ τὸν περὶ τῶν ἀγαλμάτων τις ἐξετάζοι λό γον, πόθεν ὁρμώμενοι οἱ πρῶτοι τοὺς θεοὺς ὑμῶν κατασκευά