ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ

 δύναμις, ὅπερ ἄτοπον· τὸ γὰρ ἔγχρονον φθαρτόν. Eἰ δέ, δυ νάμενος καὶ πάλαι κωλῦσαι τὸ μέγιστον οὕτω κακόν, οὐκ ἐκώ λυσε, φθονερὸς ἂν εἴη· ὅπερ ἀσεβὲς

 δος, ἄγνοιαν δὲ θεοῦ τὴν τὸ ψεῦδος εἰρηκυῖαν· ὅπερ ἐστὶ τρί τον εἶδος τοῦ μεγίστου κακοῦ, ἐκ τῆς ἑκουσίου ἀπειθείας τε καὶ ἀπιστίας ἀνθρώπων συμβαῖνον

 Καὶ γάρ, φησίν, ἡ ἄγνοια πολλάκις ἐπ' ἀγαθῷ δίδοται τοῖς ἀνθρώποις· ὁρῶμεν γοῦν ἐπὶ πολλῶν ὡς πολλάκις συμ βαίνει μᾶλλον καταφρονεῖν τῶν γινωσκομένων

 γῆς θρησκεῖαι τῆς μὲν τὸν ἀληθῆ λόγον πρεσβευούσης θρη σκείας ἁπλῶς τῷ ψεύδει, ἀλλήλων δὲ ταῖς διαφοραῖς τοῦ ψεύ δους διαφέρουσιν Ἀλλ' εἰ τοῦτο οὕτως

 δημιουργὸς καὶ θεὸς ἔταξε τὴν ἡμέραν, καθ' ἣν πάντων τῶν ἐν τῷ κόσμῳ ἐξ ἀπιστίας τε καὶ ἀπειθείας τοῦ θεοῦ κα κῶν ποιεῖ τὴν ἀναίρεσιν κατὰ τὴν πίστιν

 δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα

 καὶ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ὁ αὐτὸς τοίνυν μένων οὐδὲν ἔχει ἔγχρονον. Ποιεῖ τοίνυν τὸν κόσμον, τάττων αὐτὸν ἀεί, καὶ ὁ κόσμος τῷ μὲν ἀεὶ φρουρεῖσθαι γί

 θεοῦ σημαντικά τε καὶ θετικὰ γίνονται τοῦ πάντα τὰ ποιήματα τοῦ θεοῦ ἔγχρονα εἶναι παρ' αὐτῷ, δῆλον ὅτι ἀτόπως ὑπέθηκε τὸ μηδὲν ἔγχρονον εἶναι παρ' αὐ

 λήλων Oὐδὲ γὰρ ἀναίρεσίς ἐστι τοῦ πεποιηκέναι τὸ μὴ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, ἀλλὰ θέσις μᾶλλον τοῦ πεποίηκεν. Ἀλλὰ προδήλως πάντα ὅσα ἀνεῖλεν ἀπὸ το

 ὁ ἥλιος τῇ οὐσίᾳ, ἢ κατὰ ἄλλην ποίησιν ἐποίησεν αὐτοῦ τὴν οὐσίαν καὶ κατὰ ἄλλην ποίησιν τὴν κίνησιν, καὶ ποιήσας μὲν πρῶτον αὐτοῦ τὴν οὐσίαν, ὕστερον

 οὐκ ἔστιν ὁ θεὸς καθ' ἃς ἔχει μὲν δυνάμεις, μὴ ἐνεργῶν δὲ κατ' αὐτάς, φθαρτὸς κατὰ τὴν κρίσιν τοῦ ἀποκριναμένου Eἰ δὲ καθ' ἃς ἔχει δυνάμεις, καὶ μὴ ἐ

 ἢ τὴν ἀπόφασιν εἶναι ἀληθῆ, πῶς ὁ ἀποκρινάμενος ἀμφότερα ἔθηκεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, καὶ τὴν φάσιν καὶ τὴν ἀπόφασιν, λέγων αὐτὸν εἶναι γενητὸν

 ρίᾳ διάφορα ποιεῖ. Μὴ προσέχωμεν δὲ τὸν θεὸν ἀνθρωπί νως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστε ρον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποι

 βουλή. Πῶς οὖν ταὐτόν ἐστι τῇ οὐσίᾳ ἡ βουλή, τοῦ βουλητοῦ καὶ τῆς βουλῆς ἄλλου καὶ ἄλλου ὄντος, καθάπερ τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις Eἰ ἄναρχος καὶ ἀΐδ

 οὐσίᾳ. Ἀλλ' εἰ μὲν οὐσία ἐστίν, οὐκ ἔστιν ὁ βουλόμενος, εἰ δὲ πρόσεστι τῇ οὐσίᾳ, ἐξ ἀνάγκης ἄλλο καὶ ἄλλο ἐστίν· οὐκ ἔστι γὰρ τὸ ὂν καὶ τὸ προσὸν ταὐτ

 αὑτῶν ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, ἀγένητος ὤν, ἀγενήτως ποιεῖ πάντα, οὐ γινόμενα ἀλλὰ συνυφιστάμενα, καὶ τῇ μὲν τῆς δυνάμεως ἀπειρίᾳ τὰ διάφορ

 δύναται. Μὴ προσέχωμεν δὲ τὸ ποιεῖν τὸν θεὸν ἀνθρωπίνως. Oὐ γὰρ ὥσπερ ἡμεῖς, τὸ πρότερον ἄλλως ἔχοντες, ὕστερον εἰς ἄλλο μεταβάλλοντες, λεγόμεθα ποιεῖ

 τοῦ γάλακτος, οὐσίαν δὲ οὐδαμῶς ἀθρόως ποιεῖ ἡ φύσις. Πῶς οὖν οὐκ ἔστιν ὁ ἀποκρινάμενος ἀνοικείῳ ὑποδείγματι, τῇ ἐργασίᾳ τῆς φύσεως, χρησάμενος πρὸς π

 πρῶτα γὰρ τὰ ἁπλᾶ, ὕστερον δὲ τὰ σύνθετα. Ὥσπερ ἀδιά βλητος ὁ θεὸς ἐπὶ τῇ ἀσθενείᾳ τῆς δυνάμεως, ὅτι μὴ ποιή σας πλείους κόσμους, ἀλλὰ ποιήσας ἕνα κόσ

 εληλυθότος τὴν ἔμφασιν, πῶς οὐκ ἔστιν ἐν τῇ τοῦ θεοῦ ἐρ γασίᾳ τοῦ χρόνου πάντα τὰ μέρη ὑπάρχοντα Τετάρτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀ

 γνωρίμων τοῦ κόσμου ἐδογμάτισε τὴν ἀγενεσίαν, οὔτε διὰ τῆς ἀποδείξεως ταύτην ἔθηκεν, ἀλλὰ μόνον κατὰ τὴν οἰκείαν αὐθεντίαν τὸ δοκοῦν αὑτῷ ἀπεφήνατο. Ἐ

 δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρὸς τὶ ἐστὶ καθὸ εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι καθὸ δημιούργημα. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτω

 ἐστιν, ὀφείλει καὶ ἀδημιούργητον λέγειν τὸ δημιούργημα, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀδημιούργητός ἐστιν· ἀντακολουθοῦσι γὰρ ἀλλήλοις ἐξ ἀνάγκης, τῷ μὲν

 φερές, ὧν ἐστι κοινὸν τὸ ποτὲ μὲν δυνάμει λέγεσθαι θάτερον ὅπερ λέγονται, ποτὲ δὲ ἐνεργείᾳ, τὰ δὲ ἀμφότερα ἀεὶ ἢ δυνά μει ἐστὶν ἢ ἐνεργείᾳ, ὡς τὸ κοῖλ

 Πέμπτη ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀγένητος ὁ οὐρανὸς καὶ ἀγένητος ὁ θεὸς καὶ οἰκεῖ ἐν τῷ οὐρανῷ ὁ θεός, πῶς κατοικῶν ἐν τοῖς οὐκ αὐτοῦ

 καὶ τὸ ποιήσας· καὶ τὸ λέγειν ἀϊδίως συνυφίστασθαι ἀδια στάτως τῷ θεῷ τὸν κόσμον, τὸν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους γενητῶς διὰ συνθέσεως τὴν ὕπαρξιν παρ

 

δῆλον ἐκ τούτου, ὅτι οὔτε τῷ δημιουργῷ πρὸς τὶ ἐστὶ καθὸ εἰκὼν ὁ κόσμος, οὔτε τῷ παραδείγματι καθὸ δημιούργημα. Ἀλλ' εἰ τοῦτο, οὐκ ἄρα ἀληθὲς τὸ τούτων εἶναι δημιούργημα τὸν κόσμον. Eἰ τῷ παραδείγματι δημιουργεῖ ὁ δημιουργὸς τὸν κόσμον, βουλόμενος αὐτὸν δημιουργεῖ, ἀλλ' εἰ τῷ εἶναι αὐτὸν δημιουργεῖ, περιττὸν τὸ παράδειγμα, τοῦ εἶναι τὸν θεὸν ἀρκοῦντος πρὸς ποίησιν τοῦ ποιουμένου, καὶ παράγει τὸ βούλημα· οὐ γὰρ γίνεται βουλητὰ ἃ καὶ μὴ βουλομένου τοῦ ποιοῦντος ἐγίνετο. Τοιοῦτον γὰρ τὸ ἔργον τῶν τῷ εἶναι ποιούντων. Ὁ θεὸς μὲν αὐτός ἐστιν ἀγένητος, τὸ δὲ παρά δειγμα ἐγέννησεν ἐκ τῆς ἑαυτοῦ διανοίας, τὸν δὲ κόσμον ἐδη μιούργησεν ἐκ τῆς ὕλης κατὰ τὸ παράδειγμα. Ἀλλ' εἰ κατὰ τὸν ἀποκρινάμενον, ἐπειδὴ δημιούργημα τοῦ ἀγενήτου δη μιουργοῦ ἐστιν ὁ κόσμος, διὰ τοῦτο καὶ αὐτὸς ἀγένητός ἐστιν, ἔσται ἄρα καὶ τὸ παράδειγμα ἀγένητον, ἐπεὶ γέννημα τοῦ ἀγε νήτου ἐστίν. Eἰ δὲ ἄτοπον τὸ λέγειν ἀγένητον τὸ γέννημα, ἄτοπον ἄρα καὶ τὸ λέγειν ἀγένητον τὸ γενητόν. Eἰ διὰ τὸ εἶναι τὸν δημιουργὸν ἀγένητον ἀνάγκη καὶ τὸ δημιούργημα εἶναι ἀγέ νητον, δῆλον ὅτι τούτῳ τῷ τρόπῳ ἀνάγκη εἶναι καὶ ἀδημιούρ γητον τὸ δημιούργημα· ἀδημιούργητος γὰρ ὁ δημιουργός. Eἰ δὲ τοῦτο ἄτοπον, ἄτοπον ἄρα καὶ τὸ λέγειν τὸν κόσμον ἀγέ νητον. Τὸ δημιουργητὸν τοῦ γενητοῦ λέξει μόνῃ διαφέρει, πράγματι δὲ οὐ διαφέρει· διὸ καθ' ὅλου ἀντιστρέφει ἀλλήλοις διὰ τὸ εἶναι αὐτὰ ἐπ' ἴσης· εἴ τι γὰρ γενητόν, τοῦτο ἐξ ἀνάγ κης καὶ δημιουργητόν, καὶ εἴ τι δημιουργητόν, τοῦτο ἐξ ἀνάγ κης καὶ γενητόν. Ἀλλ' ἐπειδὴ ἀδύνατόν ἐστι τὸν κόσμον εἶναι ἀγένητον καὶ γενητόν (ἐπὶ παντὸς γὰρ ἢ τὴν φάσιν ἀληθῆ εἶναι δεῖ ἢ τὴν ἀπόφασιν), πῶς ἄρα τὸν κόσμον δυνατὸν εἶναι δημιουργητὸν καὶ ἀγένητον; Τὸ δὶς εἶναι τὸ αὐτὸ ἐν ἄλλῳ ἐξ ἀνάγκης ἄλλοτε καὶ ἄλλοτε· οἷον τὸ παράδειγμά ἐστιν ἐν τῷ θεῷ καὶ ἐν τῇ ὕλῃ, καὶ ἐν τῷ θεῷ μὲν ἀποίητον, ποιητὸν δὲ ἐν τῇ ὕλῃ, καὶ ἐν τῷ θεῷ μὲν οὐ κόσμος ἀλλὰ τοῦ κόσμου παράδειγμα, ἐν τῇ ὕλῃ δὲ κόσμος. Ἀλλ' εἰ μὲν ἄλλοτε καὶ ἄλλοτε, καὶ ἄλλως καὶ ἄλλως, ἐξ ἀνάγκης καὶ πρότερον καὶ ὕστερον. Eἰ δὲ πρότερον καὶ ὕστερον, δῆλον ὅτι οὐ συναΐδιον. Τοῖς παλαιοῖς ἀποδέδεικται τὰ καλούμενα πρὸς τὶ ἅμα τῇ φύσει ὑπάρχειν. Ἐπεὶ οὖν ἥ τε εἰκὼν πρὸς τὸ παράδειγμα καὶ τὸ παράδειγμα πρὸς τὴν εἰκόνα καὶ τὸ δημιούργημα πρὸς τὸν δημιουργὸν καὶ ὁ δημιουργὸς πρὸς τὸ δημιούργημα, ἅμα τῇ φύσει τὰ τοιαῦτα ὑπάρξει· εἰ τοίνυν ἀγένητος ὁ δημιουρ γὸς καὶ τὸ παράδειγμα, ἀγένητος καὶ ὁ κόσμος, τοῦ μὲν παρα δείγματος εἰκὼν ὤν, τοῦ δὲ δημιουργοῦ δημιούργημα. Oἷς παλαιοῖς ἀποδέδεικται τὰ πρὸς τὶ ἅμα τῇ φύσει, αὐτοῖς ἀπο δέδοται τῆς εἰκόνος ὁ λόγος. Eἰκών, φησίν, ἔστιν ἧς ἡ γένεσις διὰ μιμήσεως. Ἀλλ' εἰ κατὰ τὸν ἀποκρινάμενον ἀγένητός ἐστιν ὁ κόσμος, δῆλον ὅτι ἀπώλεσεν ὁ κόσμος τῆς εἰκόνος τὸ ὄνομα, καὶ τὸ ὄνομα καὶ τὸ πρᾶγμα· ἐν ἀγενεσίᾳ γὰρ ἀδύ νατον τῷ κόσμῳ σώζειν τῆς εἰκόνος τὸν λόγον. Ὁ λέγων τὸ δημιούργημα ἀγένητον, ἐπειδὴ ὁ δημιουργὸς αὐτοῦ ἀγένητός