Ἀπόκρισις. Eἰ καὶ πρὸς παιδοποιΐαν οὐκ ἔστι χρήσιμα τὰ γεννητικὰ μόρια μετὰ τὴν ἀνάστασιν, ἀλλὰ πρὸς ἀνάμνησιν τοῦ διὰ τῶν τοιούτων μορίων εἰληφέναι τοὺς ἀνθρώπους τὴν γένεσίν τε καὶ τὴν αὔξησιν καὶ τὴν διαμονήν ἐστι χρήσιμα· εἰσαγόμεθα γὰρ δι' αὐτῶν εἰς ἔννοιαν τῆς τηλικαύτης Χριστοῦ σοφίας τῆς ταῦτα κτισάσης, καὶ τῆς ἀνθρωπότητος διὰ τοῦ θανάτου αὐξανομένης, φυλακῆς τε τοῦ γένους ἡμῶν ἐν ἀθανασίᾳ τῇ διαδοχῇ τῶν τικτομένων. Ἐρώτησις νδ. Eἰ διὰ τὴν παράβασιν τὴν μέλλουσαν ταύτην ἐπάγεσθαι τῷ λαῷ τιμωρίαν ὁ Μωϋσῆς προεφήτευσε, διὰ τί μετ' ᾠδῆς αὐτὰ ἔλεγε, χαύνωσιν μᾶλλον ἤπερ ὠφέλειαν εἰδότων τῶν σμάτων τοῖς ἀνθρώποις ἐνεργάζεσθαι; Ἀπόκρισις. Κατὰ τὰ ἐν ταῖς ᾠδαῖς ἐμφερόμενα διηγήματα ἁρμοδίως οἱ ·υθμοὶ τῶν μελῶν ἐγίνοντο, ἄγοντες τὰς ψυχὰς εἰς τὴν πρέ πουσαν τοῖς δομένοις αἵρεσιν. Ἢ γὰρ γοερῶς τὰ δεινὰ τοῦ λαοῦ ἁμαρτήματα καὶ τὰς ἐπενεχθείσας αὐτοῖς πικρὰς τιμωρίας καταλέγουσιν, ἢ γανυρῶς τὰς φιλόφρονας τοῦ θεοῦ παρηγορίας καὶ τὴν ἐναργῶς δι' αὐτοῦ μετανοοῦντι τῷ λαῷ ἐπιφανεῖσαν ἀπαλλαγὴν μελῳδοῦσιν. Ἐρώτησις νε. Eἰ ἡ ἰατρικὴ τέχνη συμφέρει λίαν τοῖς ἀνθρώποις, πῶς διὰ τῶν ἐναντίων ἡ τοῦ τοιούτου ἀγαθοῦ γεγένηται εὕρεσις; Ἀπόκρισις. Πολλὰ μὲν εὕρηται καὶ ὑπὸ τῶν εὐσεβῶν ἰαματικὰ τῶν σωματικῶν νοσημάτων, καὶ ὑπὸ Σολομῶνος τοῦ βασιλέως μέν, οὐδεὶς δὲ τῶν ἔξωθεν τῆς εὐσεβείας εἶχε τὴν κατάληψιν ἰα τρικὴν τῶν ψυχῶν. Ἐρώτησις ν. Eἰ τὰ τελευτῶντα βρέφη ἔπαινον ἢ μέμψιν οὐκ ἔχουσιν ἐξ ἔργων, τίς ἡ διαφορὰ ἐν τῇ ἀναστάσει τῶν ὑπὸ ἄλλων μὲν βαπτισθέντων καὶ μηδὲν πραξάντων, καὶ τῶν μὴ βαπτισθέν των καὶ ὁμοίως μηδὲν πραξάντων; Ἀπόκρισις. Aὕτη ἐστὶν ἡ διαφορὰ τῶν βαπτισθέντων πρὸς τὰ μὴ βαπτισθέντα, τοῦ τυχεῖν μὲν τὰ βαπτισθέντα τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν, τὰ δὲ μὴ βαπτισθέντα μὴ τυχεῖν· ἀξιοῦνται δὲ τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν τῇ πίστει τῶν προσφερόντων αὐτὰ τῷ βαπτίσματι. Ἐρώτησις νζ. Eἰ δύο ἡμῖν ὁ Μωϋσῆς οὐρανῶν ἐξέθετο τὴν γένεσιν, πῶς πλειόνων διδάσκει ἡμᾶς ἡ γραφὴ ὕπαρξιν, ποτὲ μὲν λέ γουσα· Oἱ οὐρανοὶ τῶν οὐρανῶν, ποτὲ δέ. Ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καί· Θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καί· Ἡρπάγη ἕως τρίτου οὐρανοῦ· καὶ οὐκ εἶπεν· Ἕως τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ, ἀλλ' ἀπολύτως· Ἕως τρίτου οὐ ρανοῦ; Καὶ πολλὰ δὲ τούτοις εὑρήσεις ἐν τῇ γραφῇ παραπλή