1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

23

μαντεύεσθαί με ποιεῖ, πρῶτον τῆς ἀφ' ὑμῶν τομῆς τοὺς ἐχθροὺς ἐμφορηθέντας, ἐν ὑστέρῳ με πολλοὺς ὑπομεμενηκότα θανάτους καὶ καθ' ἕνα ὑμῶν ἀθλήσαντα, οὕτω τοῖς ὑμετέροις αἵμασι συμφυραθῆναι. 44.1 Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτόν, ὦ φίλτατα τέκνα, πόρρω τοῦ δέοντος πλανηθεὶς καὶ ἅπερ οὐκ ἔδει τοῖς θρήνοις συνεξειπών. 44.2 νενίκημαι γὰρ τῷ κακῷ, καὶ ἡ πάνδημος συμφορὰ καταστενάξαι τοῦ καιροῦ καὶ τῶν πραγμάτων καὶ ἄκοντά με παρεβιάσατο. 44.3 τίς γὰρ ἂν καὶ λιθίνην ἔχων καρδίαν, τῷδε τῷ πάθει συνεπαρθείς, ἑαυτὸν καὶ τοὺς ἀμφ' αὐτὸν τοσούτῳ κακῷ συσχεθέντας μὴ ἀποδύρηται; 44.4 ἀλλ' οὐδέν ἐστιν ὃ βούλεται καὶ πράττει θεὸς ἐν ἀνθρώποις μὴ πρός τι χρήσιμον τέλος οἰκονομούμενον. 44.5 τάχα γὰρ ἀπέκειτο διὰ τὴν μοχθηρίαν ἡμῶν τὸ οὕτως ἀποθανεῖν· καὶ ἰδοὺ κατ' ὀφθαλμοὺς ἡ τῆς ζωῆς ἐφέστηκεν ἔκτισις, βιαίως τοῖς ξίφεσι τὰς ψυχὰς ἡμῶν ἐκτιννύουσα. 44.6 ἀλλ' οὐκ ἔστιν ἄδικος ὁ συγχωρήσας ταῦτα παθεῖν καὶ τόνδε καθυπενέγκαι βίαιον τοῦ σώματος χωρισμὸν καὶ τὰς εὐθύνας τῶν ἡμαρτημένων κατὰ τὴν μέλλουσαν ἡμᾶς εἰσπραχθήσεσθαι δίκην. 44.7 διὸ στῆτε γενναίως, τὴν ἐλπίδα πᾶσαν πρὸς αὐτὸν μόνον ἀπαιωρήσαντες τὸν δυνάμενον ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας. 44.8 καὶ κἄν τι δέοι παθεῖν ἀλγεινῶν χάριν τῆς εἰς αὐτὸν πίστεως, ἐνέγκωμεν μύσαντες καὶ μηδὲν φοβηθῶμεν ἀπὸ τοῦ σωματικοῦ τούτου θανάτου, ὃν εἰ καὶ μὴ οὕτως, ἀλλὰ πάντως ἑτέρως καθυπομεῖναι χρεών ἐστι καὶ τῇ γενέσει τὸ ὀφειλόμενον λειτουργῆσαι. 44.9 γενέσθω οὖν ἡ τῆς ζωῆς στέρησις εὐχαριστίας ἡμῖν ἀφορμή, ἵνα μὴ θάνωμεν μόνον, ἀλλὰ καὶ ἐπ' ἐλπίδι τῆς ἐκεῖθεν μακαριότητος.» 44.10 ταῦτα λέγων ἕκαστον ἡμῶν πρὸς τὸν διὰ ξίφους θάνατον ἐπαιδοτρίβει καὶ προθυμίαν παρεῖχε μὴ ἀπευδοκεῖν τὴν τελείωσιν. 45.1 Ἐν ὅσῳ δὲ ταῦτα πρὸς ἡμᾶς διελέγετο καὶ συμπεσόντες ἀλλήλοις τὰ τελευταῖα συνεταττόμεθα, ἰδοὺ δὴ καὶ τῶν βαρβάρων κατεφάνησάν τινες ἀνιόντες, τὸν ἀριθμὸν οὐκ ὀλίγοι, Αἰθίοπες τὴν χροιάν, τὰ σώματα γεγυμνωμένοι, ἐσπασμένας ἔχοντες τὰς μαχαίρας, δεινὸν ἐξαλλόμενοι καὶ τῇ παραθήξει τῶν ὀδόντων συῶν δίκην τὸ μανικὸν ἐνδεικνύμενοι. 45.2 ἐφεστῶτες οὖν τῷ τόπῳ πρῶτον τοὺς μεθ' ἡμῶν ὑποστρέψαντας ἀπὸ τῆς τῶν πυλῶν κακούργου συγκλείσεως, αὐτοῦ που παρὰ τὸ τεῖχος εἰλουμένους, τοῖς ξίφεσιν ἐκείνοις διεχειρίσαντο· 45.3 οἷς οὐδὲν ἦν πρὸ τούτου πλέον μελετηθὲν ἢ μόνον τῇ δεξιᾷ τοῦ δημίου τὸν αὐχένα ὑπέχειν καὶ πρὸς τὴν τομὴν σχηματίζεσθαι. 45.4 καὶ ἦν ἰδεῖν τὸ πραττόμενον ἐκπλήξεως γέμον. 45.5 εἰ γὰρ τῷ εὐπειθεῖ τοῦ ἑαυτὸν προδόντος καὶ πρὸς τὸν θάνατον ὑποκλίνοντος ὁ φονεὺς κατενύγη, καιρίαν ἄγων θᾶττον αὐτὸν τῶν ἀλγηδόνων ἀπήλλαττεν· 45.6 εἰ δὲ μὴ ἐμαλάχθη τὴν λιθώδη καρδίαν, ἀλλ' ἤθελεν ἐντρυφᾶν τῆς μανίας, μᾶλλον τοῖς τῶν ἁλόντων ἀτυχήμασι τὸν θυμὸν διεγείρων, μεληδὸν κατῄκιζε τὸ προστυχὸν σῶμα καὶ πολλῶν θανάτων φορὰν ἐν μιᾷ συμφορᾷ τῷ δειλαίῳ παρείχετο. 45.7 οὐδὲν δὲ ἕτερον ἦν ἀκούειν ἐν οὕτω παμπληθεῖ καὶ πολυανθρώπῳ δήμῳ, ἀλλ' ἢ μόνον τὸν συριγμὸν τῶν ξιφῶν καὶ τῶν τοῦ αἵματος ὀχετῶν τὴν μετὰ βίας ἔκρυσιν. 46.1 Οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ πάντες ἔκειντο, θέαμα πολλῶν ὀδυρμῶν καὶ θρήνων ἐπάξιον. 46.2 ὡς δὲ καὶ πρὸς ἡμᾶς ἔφθανεν ἡ τομή (τῷ τείχει γὰρ εἶδον συγκεκυφότας), ἐφώρμησαν ὁμοθυμαδὸν καθάπερ εἴς τι πρόχειρον θήραμα. 46.3 φθάσαντες δὲ πλησίον τὴν ὁρμὴν ἐπέσχον. 46.4 ἦν γὰρ ὁ ῥηθεὶς ἐν τῷ μεταξὺ πύργος, δι' οὗ διελθεῖν ἔμελλον καὶ πρὸς ἡμᾶς γενέσθαι, ὃς πάλαι ἦν τὸ ἔδαφος ἅπαν ξύλοις ἐστρωμένος, ἅτινα τῷ χρόνῳ σαπέντα καὶ διαρρεύσαντα οὐκ ἀσφαλῆ παρεῖχον τὴν ἐκεῖθεν διάβασιν· 46.5 δύο γὰρ μόνα κατὰ μέσον ξύλα ἐναπῃώρηντο, δι' ὧν οἱ ταύτην διερχόμενοι ὑπότρομον τὴν πάροδον ἐπεποίηντο. 46.6 τὸ ἀμφίκρημνον οὖν τοῦ κινδυνώδους τόπου κατιδόντες οἱ βάρβαροι ἐφώρασαν μή πως ἐν μέσῳ τῶν ξύλων γενομένων αὐτῶν λάθωμεν τέχνασμά τι πεποιηκότες εἴσω τοῦ πύργου καὶ κρημνισθῆναι τούτους παρασκευάσωμεν, εἰς ὕψος ἐπῃρμένου πολὺ καὶ χαλεπὴν τὴν πτῶσιν