1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

23

κατασκευάσας ἐπιδέδωκεν, Ἀννίβου τοῖς πράγμασιν ἐπικειμένου. ὅτι κέρδος ἡ ἐπίκαιρος δόσις λέγεται καὶ μιλιαρίσια ἀπὸ τῆς μιλιτίας οἱονεὶ τῆς στρατιᾶς ὠνομάσθησαν. ὁ δὲ ∆άρδανος ἐν τῷ περὶ σταθμῶν χιλίων ὀβολῶν λέγει πάλαι γενέσθαι τὸ μιλιαρίσιον, καὶ ἀπὸ τῆς χιλιάδος τῶν ὀβολῶν οὕτως ὀνομασθῆναι. 4.10 Μετ' αὐτὴν βότα πούβλικα ὡσανεὶ δημοσίαι εὐχαί. ἱερούργουν δὲ καὶ οἱ ὕπατοι ὑπὲρ τῆς πολιτείας καὶ τοῦ δήμου τοῦ Ῥωμαϊκοῦ, καὶ πάντες οἱ ἄρχοντες ἐξώμνυντο τὰ δίκαια φυλάττειν τοῖς ὑπηκόοις. καὶ τοῦτ' ἔπραττον ὥσπερ ἐξ ἀνάγκης, ἐπεὶ πολλάκις παρανομοῦντες οἱ ἄρχοντες ἢ ἐπὶ δεκασμοῦ ἁλόντες ἐν φρουρᾷ πρὸς τῶν δημάρχων ἀπετέθησαν. καὶ ἀδεῶς τὸ πλῆθος ἀπέσκωπτεν εἰς τοὺς ἄρχοντας οὐ ῥήμασιν, ἀλλὰ καὶ σχήμασιν ἐπὶ τὸ γελοιῶδες ἔχουσι· τοῦτο δὲ ἔπραττον εἰς τιμὴν ἐλευθερίας, καὶ οἱ ἄρχοντες ἐνεδίδοσαν, ὡσανεὶ νόμῳ τῇ συνηθείᾳ παραχωροῦντες. καὶ ἀνέφερον τὴν οἰωνοσκοπίαν οἱ ὕπατοι τοῖς αὐτοκράτορσι, δι' ἧς ἐγινώσκετο, ποταπὸς ἄρα ἔσται ὁ ἐνιαυτός. ἐπειδὴ γὰρ οἱ φυσικοὶ τὴν μὲν πρώτην τῆς ἑβδομάδος ἡμέραν τῷ Ἡλίῳ ἀναγράφουσι, τὴν δὲ δευτέραν τῇ Σελήνῃ, τὴν δὲ τρίτην Ἄρει, τὴν δὲ τετάρτην Ἑρμῇ,τὴν πέμπτην δὲ τῷ ∆ιί, τὴν δὲ ἕκτην τῇ Ἀφροδίτῃ, τὴν δὲ ἑβδόμην τῷ Κρόνῳ, εἰ μὲν συνέβη ἡμέρᾳ Ἡλίου συνδραμεῖν τὴν ἑορτὴν τῶν Καλενδῶν ἤγουν τὴν πρώτην τοῦ Ἰανουαρίου, πολέμους καὶ ἀρχόντων διαφορὰς καὶ τῶν ὑπηκόων δι' αὐτοὺς διχονοίας ἀνέμενον, τοὺς δὲ ξηροὺς καρποὺς ἀφθόνους καὶ φήμας παραδόξους· εἰ δὲ Σελήνης, τοιαῦτα μὲν οὐκέτι, φθορὰν δὲ βρεφῶν καὶ σπάνιν τῶν ἐπιτηδείων ἔαρ τε ψυχρόν, τὰ δ' ἀκρόδρυα δαψιλῶς ἐπιδώσειν ᾤοντο· εἰ δ' Ἄρεος, ἐμπρησμοὺς μὲν καὶ νόσους, οἴνου δὲ καὶ ἐλαίου καὶ ὀσπρίων ἀφθονίαν καὶ στάσιν ἐμφύλιον· ὅταν δὲ Ἑρμοῦ, φθορὰν μὲν νηπίων καὶ νόσους ἐκ ῥύσεως γαστρὸς καὶ ταῖς μέσαις ἐν ἡλικίᾳ γυναιξὶ φθορὰν καὶ λιμὸν ἀπευκταῖον καθόλου. ἐν δὲ τῇ ∆ιὸς ἡμέρᾳ ἐμπιπτούσης τῆς τῶν Καλενδῶν ἑορτῆς πάντα μὲν ἀγαθὰ ἐδίδοτο προσδοκᾶν, χιονώδη δὲ καὶ ὑετώδη τὸν καιρόν, ὡς μηδὲ τοὺς ποταμοὺς ταῖς ἰδίαις ἀρκεσθῆναι κοίταις· ἐπὶ δὲ τῆς ἕκτης, ἥτις Ἀφροδίτης εἶναι νομίζεται, τοῖς μὲν ἄρχουσι θόρυβον, τοῖς δὲ καρποῖς ἐπίδοσιν, καὶ τοῖς κοινοῖς πολέμους βαρεῖς, φθοράν τε ἀνθρώπων καὶ διαφερόντως τῆς νεολαίας ἀνέμενον· κατὰ δὲ τὴν ἑβδόμην χειμῶνα μὲν πάντως-καὶ γὰρ ψυχρὸς ὁ Κρόνος-εὐετηρίαν τε ὅσην, ἐπεὶ ἔφορος τῶν καρπῶν αὐτὸς εἶναι ὑπείληπται, νόσους τε καὶ κινδύνους καὶ ἀνέμους τῷ θέρει καὶ χαλάζης ἐπιφορὰν περὶ τὸν καρκῖνον καὶ φήμην τοῖς πράγμασιν ἀδόκητον οἰωνίζοντο. 4.11 Ὅτι τὸν φοίνικά φασιν διὰ πεντακοσίων ἐτῶν εἴς τινα τόπον τῆς ἄνω Ἰνδίας κατιέναι καὶ παρασκευάζειν ἑαυτῷ ἔκ τε κινναμώμου καὶ φύλλων νάρδου τε καὶ μαράθου θημῶνα ἐπιβαίνειν τε τούτου· οὗ δῆθεν ἐξαπτομένου ὑπό τινος αἰφνιδίου δαίμονος αὐτὸν μὲν ἀναλίσκεσθαι τῷ πυρὶ τὸν φοίνικα· μετ' οὐ πολὺ δὲ ἐξ αὐτοῦ παραπλήσιον ἀναφύεσθαι σκώληκα, πτεροποιηθέντα δὲ παραχρῆμα ἐπὶ τὸν ἥλιον ἀνίπτασθαι. πράττεται δὲ τοῦτο ἐπὶ τοῦ ἐν Ἡλίου πόλει βωμοῦ κατὰ τὸν Ἀπολλώνιον· τοὐντεῦθεν δὴ τῶν ἐνδοξοτάτων κατὰ τὴν Αἴγυπτον συνελθόντων τινῶν μετέωρος ἀρθεὶς μετὰ παραπομπῆς τῶν ἀθροισθέντων ἄπεισιν ὅθεν ἧκεν. 4.12 Ὅτι διοσημείας γινομένης παρὰ Ῥωμαίοις οὔτε στρατιὰ ἐκινεῖτο οὔτε ἐκκλησία συνετελεῖτο, κἂν εἰ ὀλίγων ψεκάδων ἐπέψαυε κώλυμα. 4.13 Ὅτι ᾧ τρόπῳ ὁ τοῦ μάγνητος λίθος τὸν σίδηρον ἐφ' ἃ κινεῖται διὰ τὴν ἐμφέρειαν τῆς κατὰ τὸν ἀσώματον λόγον ὁμοουσίου δυνάμεως μεταφέρει, τούτῳ τῷ τρόπῳ τὰ ἐμφερῆ ἄψυχα τοῖς ἐμφερέσιν ἐμψύχοις ὑπακούει μεταφερόμενα. ὅτι δὲ ἐμφερὴς τῷ μάγνητι λίθῳ κατά τινα δύναμιν ὁ σίδηρος εὐμαρὲς συνιδεῖν· ὁ γὰρ ἐξ