πολλοῖς ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδαρθε, μυρίοις περικλυζόμενος λυπηρῶν κύμασι. Τῇ δ' ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βασιλέως ἁλώσεως χαρά τις ἄπληστος καὶ ἀπιστία κατέσχεν αὐτὸν οἰόμενον <ὡς ἀληθῶς μέγα τι καὶ ὑπερμέγεθες εἶναι>, ὥσπερ καὶ ἦν, μετὰ νίκην τοσούτου καὶ τηλικούτου στρατοῦ καὶ αὐτὸν τὸν βασιλέα ἁλώσιμον λαβεῖν καὶ ὑποχείριον. Ἀνθρωπίνως δὲ ὅμως τὸ γεγονὸς λογισάμενος καὶ τὴν νίκην μετριοφρόνως ἐνεγκὼν καὶ τὸ γεγονὸς εὐτύχημα συστολὴν μᾶλλον καὶ ψυχῆς ἀγαθῆς ἔνδειξιν καὶ τρόπων καλοκαγαθίας μεστῶν θέμενος, Θεῷ τὸ πᾶν ἀνετίθει, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτοῦ ἰσχὺν ἀποτελέσας τρόπαιον. ∆ιὰ τοῦτο καὶ προσαχθέντος τῷ σουλτάνῳ Ἀξὰν τοῦ βασιλέως Ῥωμαίων ἐν εὐτελεῖ καὶ στρατιωτικῇ ἀμπεχόνῃ διαπορῶν ἦν καὶ περὶ τούτου μαρτυρίαν ζητῶν. Ὡς δ' ἐπληροφορήθη παρὰ τῶν πρέσβεων καὶ τοῦ Βασιλακίου, πεσόντος μὲν πρὸ τῶν ποδῶν αὐτοῦ, οἰκτρὸν δέ τι καὶ γοερὸν ἀνοιμώξαντος, εὐθὺς ὥσπερ ἐμμανὴς ἀνέθορε τοῦ θρόνου καὶ ἔστη 151 ὀρθός. Τεθέντα τοῦν ὅμως πρὸ τῶν ποδῶν αὐτοῦ, πατήσας, ὥσπερ ἔθος, καὶ ἀναστήσας καὶ περιπτυξάμενος μὴ δέδιθι ἔφη ὦ βασιλεῦ, ἀλλ' εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομιλήσεις κινδύνῳ σωματικῷ, τιμηθήσῃ δ' ἀξίως τῆς τοῦ κράτους ὑπεροχῆς. Ἄφρων γὰρ ἐμοὶ λογίζεται ἐκεῖνος, ὁ μὴ τὰς ἀπροόπτους τύχας ἐξ ἀντεπιφορᾶς λογιζόμενός τε καὶ εὐλαβούμενος. Ἐπιτάξας οὖν αὐτῷ σκηνὴν ἀποταχθῆναι καὶ θεραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν τηνικαῦτα καὶ ὁμοδίαιτον ἀπειργάσατο, μὴ παρὰ μέρος καθίσας, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκκρίτου τάξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. ∆ὶς τῆς ἡμέρας συνερχόμενος αὐτῷ καὶ συλλαλῶν καὶ παρακλήσεσιν ἀνακτώμενος, μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων ἐκοινώνει αὐτῷ λόγων τε καὶ ἁλῶν μηδ' ἄχρι καὶ βραχυτάτου λόγου πρὸς τοῦτον πεπαρῳνηκώς, περί τινων δὲ δοκούντων σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας. ∆ιερωτήσαντος δὲ μιᾷ τῶν ἡμερῶν τοῦ σουλτάνου τὸν βασιλέα τί ἂν ἔδρασας, εἰ ἔσχες ἐμὲ ὑποχείριον; ἀνυποκρίτως καὶ ἀθωπεύτως ὁ βασιλεὺς ἀπεκρίνατο ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπάνησα ἄν σου τὸ σῶμα γίνωσκε. Ἀλλ' ἐγὼ φησὶν ὁ σουλτάνος οὐ μιμήσομαί σου τὸ αὐστηρὸν καὶ ἀπότομον. Πλὴν ἀκούω ὅτι καὶ ὁ ὑμέτερος Χριστὸς εἰρήνην ὑμῖν νομοθετεῖ καὶ ἀμνηστίαν κακῶν καὶ τοῖς ὑπερηφάνοις ἀντικαθίσταται, τοῖς ταπεινοῖς δὲ δίδωσι χάριν. Μετὰ τοῦτο γοῦν σπονδὰς ποιησάμενοι καὶ συνθήκας εἰρηνικὰς διηνεκεῖς καὶ κῆδος ἐπὶ τοῖς παισὶ συστησάμενοι καὶ τὰ δίκαια ἑκάστης ἐπικρατείας, ἃ ἦν ἐξ ἀρχῆς, θέμενοι, φιλίως τε ἀλλήλοις <ὡμολόγησαν> προσμίγνυσθαι, μηκέτι δὲ λεηλασίας τῆς τῶν Ῥωμαίων ἐπικρατείας παρ' οὑτινοσοῦν τῶν Τούρκων γίνεσθαι ὑποστραφῆναί τε πάντας τοὺς ὅσοι ποτὲ κατὰ Ῥωμαίων ἐστάλησαν καὶ τὴν αἰχμαλωσίαν ἅπασαν καὶ μάλιστα τὸ προέχον τῶν Ῥωμαίων καὶ ἔκκριτον, δεξίωσιν ἁδρὰν τοῦ βασιλέως προσομολογήσαντος τῷ σουλτάνῳ. Ἐσφάγησαν δὲ τηνι 152 καῦτα Λέων ὁ ἐπὶ τῶν δεήσεων καὶ ὁ μάγιστρος Εὐστράτιος καὶ πρωτασηκρῆτις ὁ Χοιροσφάκτης, ἑάλω δὲ καὶ ὁ πρωτοβεστιάριος Βασίλειος ὁ Μαλέσης. Μετὰ δὲ τὸ ταῦτα οὕτω πραχθῆναί τε καὶ συμφωνηθῆναι ἀπέλυσεν ὁ σουλτάνος τὸν βασιλέα σὺν πολλῇ περιπλοκῇ καὶ συντακτηρίῳ τιμῇ προσεπιδοὺς καὶ τῶν οἰκείων πρέσβεις. Κατείχετο δὲ τὸ Μαντζικίερτ ὑπὸ Ῥωμαίων. Ὡς δ' ὁ βασιλεὺς ἀπολυθεὶς ἐπανῆλθε, δι' ἄλλης ὁδοῦ ἀφέντες ἐκεῖνοι νυκτὸς ἔφυγον, περιτυχόντες δὲ πολεμίοις ἐκινδύνευσαν. Ὁ δὲ βασιλεὺς κατηντηκὼς εἰς Θεοδοσιούπολιν μετὰ τουρκικῆς σουλτανικῆς στολῆς ὑπεδέχθη φιλοτίμως. Ἡμέρας δέ τινας ἐκεῖσε διεκαρτέρησε τὴν χεῖρα θεραπευόμενος καὶ ἑαυτὸν ἀνακτώμενος καὶ πάλιν μεθαρμόζων πρὸς τὸ ῥωμαϊκώτερον, ὡς ἐνῆν. Ἄρας δ' ἐκεῖθεν διῄει τὰς ἰβηρικὰς κώμας· συνῆσαν δ' αὐτῷ καὶ οἱ ἐκ τοῦ σουλτάνου πρέσβεις. Κἀκεῖθεν προσελαύνει μέχρι Κολωνείας αὐτῆς. Γενομένου δὲ ἐν τῷ Μελισσοπετρίῳ Παῦλος πρόεδρος, ὁ τῆς Ἐδέσσης κατεπάνω,