1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

23

μέση πως ἔχουσα ψύξεώς τε καὶ θέρμης ξηρότητός τε καὶ ὑγρότητος καὶ μεσιτεύουσα τῇ τε θερινῇ καὶ τῇ χειμερινῇ τροπῇ, ἐκ μὲν τῆς θερινῆς τὸ ξηρόν, ἐκ δὲ τῆς χειμερινῆς τὸ ψυχρὸν ἔχουσα· ψυχρὰ γάρ ἐστι καὶ ξηρὰ χολῆς τε μελαίνης αὐξητικὴ πέφυκεν. Αὕτη πάλιν ἰσημερινὴ τροπὴ ὑπάρχει δώδεκα ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα ἔχουσα. ∆ιατείνει δὲ αὕτη ἀπὸ Σεπτεμβρίου κεʹ μέχρι ∆εκεμβρίου κεʹ. Τοῦ δὲ ἡλίου ἐπὶ τὴν μικροτέραν καὶ χθαμαλωτέραν ἤτοι μεσημβρινὴν ἀνατολὴν κατιόντος ἡ χειμερινὴ ἐπιλαμβάνεται τροπή, ψυχρά τε καὶ ὑγρὰ τυγχάνουσα καὶ μεσιτεύουσα τῇ τε μετοπωρινῇ καὶ τῇ ἐαρινῇ, ἐκ μὲν τῆς μετοπωρινῆς τὸ ψυχρὸν ἔχουσα, ἐκ δὲ τῆς ἐαρινῆς τὸ ὑγρὸν κεκτημένη. Αὕτη δὲ σμικροτάτην μὲν τὴν ἡμέραν ἔχει ἐννέα ὡρῶν ὑπάρχουσαν, τὴν δὲ νύκτα μεγίστην ὡρῶν ὑπάρχουσαν πεντεκαίδεκα, φλέγματος δὲ αὕτη ὑπάρχει αὐξητική. ∆ιατείνει δὲ ἀπὸ κεʹ ∆εκεμβρίου μέχρις καʹ Μαρτίου. Σοφῶς γὰρ ὁ δημιουργὸς προενοήσατο, ὡς ἂν μὴ ἐξ ἄκρας ψυχρότητος ἢ θερμότητος ἢ ὑγρότητος ἢ ξηρότητος ἐπὶ τὴν ἄκραν ἐναντίαν ἐρχόμενοι ποιότητα χαλεποῖς περιπέσωμεν ἀρρωστήμασι· σφαλερὰς γὰρ τὰς αἰφνιδίους μεταβολὰς οἶδεν ὁ λόγος. Οὕτω μὲν οὖν ὁ ἥλιος τὰς τροπὰς καὶ δι' αὐτῶν τὸν ἐνιαυτὸν ἀπεργάζεται, καὶ τὰς ἡμέρας δὲ καὶ νύκτας, τὰς μὲν ἀνατέλλων καὶ ὑπὲρ γῆν γινόμενος, τὰς δὲ ὑπὸ γῆν δύνων καὶ τοῖς ἄλλοις φωστῆρσι, σελήνῃ τε καὶ ἄστρασι, τὴν φαῦσιν παραχωρῶν συνίστησι. Φασὶ δὲ καὶ δώδεκα ζῴδια ἐξ ἀστέρων εἶναι ἐν τῷ οὐρανῷ, ἐναντίαν κίνησιν ἔχοντα τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς ἄλλοις πέντε πλανήταις, καὶ διὰ τῶν δώδεκα ζῳδίων παρέρχεσθαι τοὺς ἑπτά. Ὁ μὲν οὖν ἥλιος καθ' ἕκαστον ζῴδιον ἀποτελεῖ μῆνα ἕνα καὶ διὰ τῶν δώδεκα μηνῶν τὰ δώδεκα ζῴδια διέρχεται. Τῶν δὲ δώδεκα ζῳδίων τὰ ὀνόματά ἐστι ταῦτα καὶ οἱ τούτων μῆνες. Κριὸς #213 μηνὶ Μαρτίῳ καʹ δέχεται τὸν ἥλιον, Ταῦρος #219 Ἀπριλλίῳ κγʹ, ∆ίδυμοι #215 Μαΐῳ κγʹ, Καρκῖνος #216 Ἰουνίῳ κδʹ, Λέων #212 Ἰουλίῳ κεʹ, Παρθένος #203 Αὐγούστῳ κεʹ, Ζυγὸς #214 Σεπτεμβρίῳ κεʹ, Σκορπίος #202 Ὀκτωβρίῳ κεʹ, Τοξότης #205 Νοεμβρίῳ κεʹ, Αἰγόκερως #211 ∆εκεμβρίῳ κεʹ, Ὑδροχόος #218 Ἰανουαρίῳ κʹ, Ἰχθύες #217 Φεβρουαρίῳ κʹ. Ἡ δὲ σελήνη καθ' ἕκαστον μῆνα τὰ δώδεκα ζῴδια διέρχεται κατωτέρα οὖσα καὶ ταχύτερον ταῦτα διοδεύουσα· ὡς γάρ, ἐὰν ποιήσῃς πόλον ἔνδον ἄλλου πόλου, ὁ ἔνδον πόλος μικρότερος εὑρεθήσεται, οὕτως καὶ ὁ δρόμος τῆς σελήνης κατωτέρας οὔσης ὀλιγώτερός ἐστι καὶ ἀνύεται τάχιον. Οἱ μὲν οὖν Ἕλληνες διὰ τῆς τῶν ἄστρων τούτων ἡλίου τε καὶ σελήνης ἀνατολῆς καὶ δύσεως καὶ συγκρούσεώς φασι πάντα διοικεῖσθαι τὰ καθ' ἡμᾶς· περὶ ταῦτα γὰρ ἡ ἀστρολογία καταγίνεται. Ἡμεῖς δέ φαμεν, ὅτι σημεῖα μὲν ἐξ αὐτῶν γίνονται, ὄμβρου καὶ ἀνομβρίας, ψύξεώς τε καὶ θέρμης, ὑγρότητος καὶ ξηρότητος καὶ ἀνέμων καὶ τῶν τοιούτων, τῶν δὲ ἡμετέρων πράξεων οὐδαμῶς· ἡμεῖς γὰρ αὐτεξούσιοι ὑπὸ τοῦ δημιουργοῦ γενόμενοι κύριοι τῶν ἡμετέρων ὑπάρχομεν πράξεων. Εἰ γὰρ ἐκ τῆς τῶν ἄστρων φορᾶς πάντα πράττομεν, κατ' ἀνάγκην πράττομεν, ἃ πράττομεν· τὸ δὲ κατ' ἀνάγκην γινόμενον οὔτε ἀρετὴ οὔτε κακία ἐστίν. Εἰ δὲ μήτε ἀρετὴν μήτε κακίαν κεκτήμεθα, οὔτε ἐπαίνων καὶ στεφάνων, οὔτε ψόγων ἢ κολάσεων ὑπάρχομεν ἄξιοι· εὑρεθήσεται δὲ καὶ ὁ θεὸς ἄδικος τοῖς μὲν ἀγαθά, τοῖς δὲ θλίψεις διδούς. Ἀλλ' οὐδὲ κυβέρνησιν οὐδὲ τῶν ἑαυτοῦ κτισμάτων ὁ θεὸς ποιήσεται πρόνοιαν, εἰ κατ' ἀνάγκην ἄγονται τὰ πάντα καὶ φέρονται. Καὶ τὸ λογικὸν δὲ περιττὸν ἐν ἡμῖν ἔσται· μηδεμιᾶς γὰρ ὄντες πράξεως κύριοι περιττῶς βουλευόμεθα. Τὸ δὲ λογικὸν πάντως τῆς βουλῆς ἡμῖν ἕνεκεν δέδοται· ὅθεν πᾶν λογικὸν καὶ αὐτεξούσιον. Ἡμεῖς δέ φαμεν, ὅτι οὐκ αὐτὰ αἴτιά τινός εἰσι τῶν γινομένων οὔτε γενέσεως τῶν γινομένων οὔτε τῶν φθειρομένων φθορᾶς, σημεῖα δὲ μᾶλλον ὄμβρων τε καὶ τῆς τοῦ ἀέρος μεταβολῆς. Ἴσως δ' ἄν τις εἴποι, ὅτι καὶ πολέμων οὐκ αἴτια, ἀλλὰ σημεῖα, καὶ ἡ ποιότης δὲ τοῦ ἀέρος ποιουμένου ὑπὸ ἡλίου καὶ σελήνης καὶ τῶν ἀστέρων ἄλλως καὶ ἄλλως διαφόρους κράσεις καὶ ἕξεις καὶ διαθέσεις συνίστησιν. Αἱ δὲ ἕξεις τῶν ἐφ' ἡμῖν·