Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
τὸ ποτὲ Μαρνεῖον, αὐτὸς δὲ ἐπηκολούθει βαστάζων τὸ ἅγιον εὐαγγέλιον καὶ περὶ αὐτὸν ἔχων τὸν εὐαγῆ κλῆρον, ὄντως μιμούμενος τὸν Χριστὸν μετὰ τῶν μαθητῶν. Προηγεῖτο δὲ τοῦ λαοῦ ὁ ἀείμνηστος Βαρωχᾶς βαστάζων τὸ ἐκτύπωμα τοῦ σημείου τοῦ σταυροῦ, ἐξ ἑκατέρων δὲ τῶν μερῶν τοῦ λαοῦ ἦσαν οἱ στρατιῶται οἱ ὑπολειφθέντες χάριν τῆς εὐταξίας τῆς πόλεως. Πορευόμενοι δὲ ἔψαλλον, καὶ ἐν τῇ θέσει τῆς διακοπῆς τοῦ ψαλμοῦ ἔλεγον τὸ ἀλληλούια· ἦν δὲ ὁ ψαλμὸς ὃν ἔλεγον· «∆εῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ, ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ ὅτι θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. ∆εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.» Ἔλεγον δὲ καὶ ἄλλους ψαλμοὺς ἕως ὅτε εἰσῆλθον εἰς τὸ Μαρνεῖον.
78 Ἦν δὲ προτρεψάμενος ὁ ἐν ἁγίοις ἐπίσκοπος Ῥουφῖνον τὸν ἀρχιτέκτονα ἐκ τῆς Ἀντιόχου, πιστὸν ἄνδρα καὶ ἐπιστήμονα, δι' οὗ καὶ τὸ ἅπαν τῆς οἰκοδομῆς ἐτελειώθη. Οὗτος λαβὼν γύψον ἐσημειώσατο τὴν θέσιν τῆς ἁγίας ἐκκλησίας κατὰ τὸ σχῆμα τοῦ πεμφθέντος σκαρίφου ὑπὸ τῆς θεοφιλεστάτης Εὐδοξίας. Καὶ ποιήσας ὁ ὁσιώτατος ἐπίσκοπος εὐχὴν καὶ γονυκλισίαν, ἐπέτρεψεν τῷ λαῷ σκάπτειν. Εὐθέως δὲ πάντες μιᾷ ψυχῇ καὶ τῇ αὐτῇ προθυμίᾳ ἔσκαπτον βοῶντες· Ὁ Χριστὸς ἐνίκησεν. Οὐκ ἦν δὲ θεάσασθαι διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ἢ γέροντος ἢ παιδίου, ἀλλ' ἡ προθυμία πᾶσιν τὴν αὐτὴν δύναμιν παρεῖχεν, καὶ οἳ μὲν ἔσκαπτον ἄλλοι δὲ ἐξεχόϊζον, ὥστε δι' ἡμερῶν ὀλίγων πάντας τοὺς τόπους τῶν θεμελίων ὀρυχθῆναι καὶ ἐκχοϊσθῆναι.
79 Καὶ προευτρεπισθείσης τῆς ὕλης, λίθων τε παμμεγεθῶν ἀπὸ λόφου τοῦ λεγομένου Ἀλδιώματος ἐξ ἀνατολῶν τῆς πόλεως καὶ ἄλλης ὕλης, ὁ ἐν ἁγίοις πάλιν συναγαγὼν τὸν φιλόχριστον λαὸν καὶ ποιήσας πολλὰς εὐχὰς καὶ ψαλμῳδίας ἐν τῷ τόπῳ, ἀναζωσάμενος αὐτὸς πρῶτος ἤρξατο βαστάζειν λίθους καὶ βάλλειν εἰς τὰ θεμέλια, ἔπειτα καὶ οἱ θεοφιλεῖς κληρικοὶ καὶ πάντες οἱ λαϊκοί, χαίροντες καὶ ψάλλοντες μεγάλῃ τῇ φωνῇ, ὡς ἀκούεσθαι αὐτοὺς ἀπὸ τριῶν μιλίων τῆς πόλεως.
80 Ἐγένετο δὲ μέγα θαῦμα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Φρέατα τυγχάνουσιν ἔσωθεν τοῦ περιβολαίου τοῦ ἱεροῦ, ἐξ ὧν ἐστιν ἓν ἀπὸ δυτικοῦ μέρους τῆς νῦν ἁγίας τοῦ θεοῦ ἐκκλησίας, οὐκ ὀλίγον βάθος ἔχον. Τρεῖς οὖν παῖδες διψήσαντες ἀπῆλθον ἐπὶ τὸ πιεῖν, καὶ πλησιάσαντες τῷ στομίῳ τοῦ φρέατος, παρέκυπτον ἐπερειδόμενοι τῷ ξύλῳ τῷ ἐπὶ τοῦ στομίου, οἷα συμβαίνει παῖδας ποιεῖν, καὶ κλασθέντος τοῦ ξύλου οἱ τρεῖς ἔπεσαν εἰς τὸ φρέαρ. Τινὲς δὲ ἐκεῖ εὑρεθέντες ἀπῆλθον καὶ ἀνήγγειλαν τῷ λαῷ τὰ γενόμενα. Ἐγένετο δὲ οὐ μικρὸς θόρυβος, πάντων συντρεχόντων ἐπὶ τὸ φρέαρ. Γνοὺς δὲ τὸ γεγονὸς ὁ ὁσιώτατος Πορφύριος καὶ αὐτὸς δραμὼν ἐπὶ τὸν τόπον, ἐκέλευσεν ἡσυχίαν γενέσθαι, καὶ γενομένης ἤρξατο εὔχεσθαι καὶ δέεσθαι τοῦ Χριστοῦ μετὰ πολλῶν δακρύων ἵνα ζῶντα καὶ ἀσινῆ τὰ παιδία διαφυλάξῃ, καὶ μάλιστα διὰ τοὺς εἰδωλομανεῖς, ἵνα μὴ εἴπωσιν· Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν εἰς ὃν ἤλπιζον; Καὶ ποιήσας ὥραν μίαν χαμαὶ κεκλιμένος καὶ ἀναστάς, ἐπέτρεψεν κατελθεῖν τινα διὰ τῶν σχοινίων τῶν κάδων, τὴν ἔρευναν τῶν παίδων ποιήσασθαι. Ἐβόων γὰρ οἱ ἀπὸ τοῦ πλήθους, καλοῦντες τὰ παιδία, καὶ οὐδεὶς ἦν ὁ ὑπακούων κάτωθεν ἐκ τοῦ φρέατος.
81 Κατελθόντος δὲ τοῦ ἀνδρὸς εὑρέθησαν οἱ τρεῖς παῖδες καθήμενοι ἐπάνω λίθου μεγάλου ἀσινεῖς καὶ ἱλαροὶ ὁμιλοῦντες ἀλλήλοις. Ὡς δὲ ἐθεάσατο αὐτοὺς ὁ ἀνήρ, ὑπερεθαύμασεν καὶ ἐδόξασεν τὸν θεόν, καὶ βοήσας κάτωθεν εἶπεν· ∆οξάσατε