οἱ ὁρισμοὶ ἀρχὴν τὰ γενικώτατα, τέλος τὰ εἰδικώτατα. εἰ γοῦν ταῦτα πεπερασμένα, καὶ οἱ ὁρισμοὶ οἱ περὶ ταῦτα καταγινόμενοι. Ἡ ἁρμονία προϋποκειμένων τῶν χορδῶν ἐπιγίνεται. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία· πρὸ τοῦ σώματος γάρ ἐστιν. ἔτι ἡ ἁρμονία οὐ μάχεται ταῖς χορδαῖς, ἡ δὲ ψυχὴ μάχεται τῷ σώματι. ἡ ἁρμονία δέχεται τὸ μᾶλλον καὶ ἧττον, ἡ δὲ ψυχὴ οὔ· λοιπὸν οὐχ ἁρμονία. ἡ ἁρμονία ἁρμονίαν καὶ ἀναρμοστίαν ἐπιδέχεται οὐδαμῶς, ἡ δὲ ψυχὴ ἐπιδέχεται ἁρμονίαν τὴν ἀρετὴν καὶ ἀναρμοστίαν τὴν κακίαν. εἰ ἁρμονία, οὐκ ἂν ἐπιδέξαιτο ἀναρμοστίαν, δέχεται δὲ τὴν κακίαν. δηλονότι τῇ ἁρμονίᾳ ἐναντία ἡ ἀναρμοστία, τῇ ψυχῇ οὐδὲν ἐναντίον· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. ἡ ἁρμονία λόγος καὶ σύνθεσις τῶν μιχθέντων, ἡ ψυχὴ οὐδὲν τούτων· λοιπὸν οὐδὲ ἁρμονία. ἔτι ἡ ἁρμονία οὐ κινεῖ τὰ ἐξ ὧν ἐστιν, ἡ ψυχὴ κινεῖ τὸ σῶμα· οὐκ ἄρα ἁρμονία. ἔτι τῆς ἁρμονίας τὰ μέρη ἁρμονίαι, ὁ θυμός, ἡ ἐπιθυμία, ἡ αἴσθησις τὰ μέρη τῆς ψυχῆς οὐχ ἁρμονίαι· λοιπὸν ἡ ψυχὴ οὐχ ἁρμονία. οὐ λέγομεν ἁρμονίαν Λύδιον ἢ Φρύγιον, ἀλλὰ σύνθεσιν τοῦ σώματος, ὡς τῶν λίθων ἐν τῇ οἰκίᾳ μὴ δύνασθαι {ἄλλων} ἄλλο ἐμβληθῆναι. φασί τινες· «εἰ μὴ ἔστιν ἡ ψυχὴ ἁρμονία, τί δήποτε ἀναιρουμένης τῆς ἁρμονίας τοῦ σώματος ἀναιρεῖται ἡ ψυχή; ἔτι τῆς ψυχῆς ἀπολειπούσης, πῶς ἡ ἁρμονία τοῦ σώματος φθείρεται, εἰ μὴ ἡ ψυχὴ ἦν ἁρμονία;» λύσις· οὐ φθείρεται ἡ ψυχή, ἀλλ' ἡ εἰς τὸ σῶμα αὐτῆς ἐνέργεια, ὥσπερ καὶ τοῦ διαφανοῦς τοῦ ἀέρος ἀναιρεθέντος οὐ τὸ φῶς ἀναιρεῖται, ἀλλ' ἡ τούτου εἰς τὸ διαφανὲς ἐνέργεια. Ἀπορία· ἡ διάνοια τῆς λογικῆς ἐστιν ψυχῆς καὶ χωριστή. πῶς οὖν λέγει αὐτὴν Ἀριστοτέλης ἐκ τοῦ συναμφοτέρου; ἡ λογικὴ ψυχὴ κεχωρισμένη τοῦ σώματος διανοίᾳ οὐ κέχρηται οὐδὲ ζητεῖ, ἀλλὰ καθαρῶς ἐπιβάλλει τοῖς πράγμασιν. ὅταν δὲ συγγένηται τῷ σώματι, ἄγνοια αὐτῇ ἐπιγίνεται καὶ διαβαίνει ἐκ τῶν τῆς ψυχῆς κινημάτων ἴχνη πρὸς τὸ σῶμα. συμπάθεια γάρ τις τοῦ σώματος ἐπὶ τὴν ψυχήν. τῆς ὄπισθεν γὰρ κοιλίας τοῦ ἐγκεφάλου παθούσης πάσχει τὸ μνημονευτικόν, ἄλλης τὸ λογιστικόν, καὶ τοιῶσδε τὸ φανταστικόν. 44 Ἡ ἀνάμνησις ἄρχεται ἀπὸ τῆς ψυχῆς καὶ διαβαίνει πρὸς τὸ σῶμα. Ἡ ἐντελέχεια καὶ τὸ εἶδος κατὰ Ἀριστοτέλην διττά, χωριστὰ τῆς ὕλης καὶ ἀχώριστα. ὁ νοῦς οὐ πάσχει ὥστε φθαρτὸς νομισθῆναι. καὶ γὰρ καὶ τοῦ ὄμματος λημῶντος τὸ αἰσθητήριον ἐμπαθὲς ἢ καὶ ἀργὸν καὶ ἡ αἴσθησις ἀπαθής. ὅθεν οὐδὲ ὁ νοῦς ληροῖ, ἀλλ' ἡ τοῦ ὀργάνου πρὸς τὸ χεῖρον μεταβολή. Ἀριστοτέλης καὶ τὴν λογικὴν καὶ ἄλογον καὶ φυτικὴν καὶ τὸν νοῦν ψυχὰς ὀνομάζει. Ἡ ψυχὴ διαιρεθεῖσα τοῦ σώματος οὐ μνημονεύει· οὐ γὰρ δέεται μνήμης. Τὸ ποιοῦν πρὸς τὸ πάσχον οὔτε πάντῃ ὅμοιον ὀφείλει εἶναι οὔτε πάντῃ ἀνόμοιον, ἀλλὰ πῶς μέν, πῶς δ' οὔ. ποιεῖ γὰρ τὸ θερμὸν εἰς τὸ ψυχρόν, δυνάμει μὲν θερμόν, ἐνεργείᾳ δὲ ψυχρόν. κἂν ποιεῖ τὸ ἄγαν θερμὸν εἰς τὸ μετρίως θερμόν, οὐχ ᾗ θερμὸν ποιεῖ ἀλλ' ᾗ ψυχρόν. Καὶ λέγουσιν ὅτι καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκει ἡ ψυχή, ὡς τὸ «γαίῃ μὲν γαῖαν ὀπώπαμεν» κατ' Ἐμπεδοκλέα, «ὕδατι δὲ ὕδωρ». τοὐναντίον· τρίχες γὰρ καὶ ὀστᾶ καὶ ὄνυχες μετέχοντα τῆς γῆς πάντῃ ἀναίσθητα. καὶ ὁ σφαῖρος, ὃν θεὸν οὗτος ὀνομάζει, συγκειμένων ἐκ τῶν τεττάρων στοιχείων καὶ τοῦ νείκους καὶ τῆς φιλίας, κατὰ μετοχὴν ἀναισθητότερος ἂν εἴη τῶν στοιχείων, ὡς βραχὺ μετέχων αὐτῶν. Θαλῆς ἐν παντὶ σώματί φησιν εἶναι ψυχήν. πῶς οὖν ἐν πυρὶ καὶ ἀέρι τοῖς καθαρωτέροις καὶ λεπτοτέροις οὐκ ἔστιν; Ἡ ἐντελέχεια διττή· τὸ τοῦ σώματος ἀχώριστον εἶδος καὶ τὸ κεχωρισμένον ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ὅταν οὖν ἐντελέχειαν λέγει τὴν ἄλογον καὶ φυτικὴν ψυχήν, τὸ ἀχώριστον εἶδος λέγει· ὅταν δὲ τὴν λογικήν, τὸ κεχωρισμένον. Μία οὖσα ἡ ψυχὴ κατ' οὐσίαν ἔχει τὴν θρεπτικήν, αὐξητικήν, γεννητικήν, λογιστικὴν καὶ τὰς λοιπὰς δυνάμεις ὡς τὸ πῦρ καυστικήν, ξηραντικὴν καὶ φωτιστικήν, ἢ μεριστή ἐστι