διαφορούμενος. ὁ δὲ Πιλᾶτος κρίνων ἐκάθητο τὸν ἐμὸν θεοκίνητον καὶ χριστὸν κυρίου περινοούμενον αὐτοκράτορα, οὐκ ἀμφιβάλλων, οὐ τὰς χεῖρας ἀπονιπτόμενος. οἱ δὲ φονεῖς κύκλῳ περιεστήκεσαν, ὁ μὲν παλτὸν θήγων, ὁ δὲ ξίφος ἀπογυμνῶν, ὁ δ' ἐπαιτῶν ἵνα ἐνάψηται θώρακα· καὶ οὐδαμοῦ Πέτρος ἵνα τὸν Μάλχον ἐκτέμῃ, ἢ εἴ τις ἄλλος θερμότερος ἐπὶ τὸν Πιλᾶτον αὐτὸν ὁπλίζων τὴν δεξιάν. σκέψις δὲ περὶ βασιλέως προὐτίθετο· ἐπίσης γὰρ τοῖς δυσὶν αὐτοκράτορσιν ἀπηχθάνετο. βούλεται οὖν τὸν μὲν ἐντὸς εὐθὺς καθελεῖν, τῷ δὲ πόρρω ἀπεῖρξαι τὴν εἴσοδον ὥσπερ ἡλίῳ τὴν ἀνατολὴν τοῦ φωτός, ἵν' ἢ αὐτὸς τυραννήσῃ ἢ χειροτονήσῃ τὸν τυραννεύσοντα. μὴ πεμπέτωσαν ἐκεῖ τὰς γλώσσας οἱ βουληφόροι μηδὲ τὴν γλῶτταν κινείτωσαν, ὡς ὑπὲρ τοῦ νῦν κρατοῦντος αὐτῷ τὸ πᾶν διεσπούδαστο· μᾶλλον μὲν οἶμαι κατ' ἐκείνου τὸ πᾶν συγκεκίνητο. Ὅτε μὲν γὰρ ἀμφίβολον αὐτῷ τὸ κρατεῖν, οὐδὲν περὶ αὐτοῦ διεσκέψατο· ὅτε δὲ βασιλεύειν καθαρῶς ἐπετέτραπτο καὶ ἦν αὐτῷ ἄνετά τε καὶ βάσιμα τὰ βασίλεια τοῦ θεοῦ πᾶν ἀφελομένου ἐμπόδιον, τίς ἡ τηνικαῦτα σπουδή; ἤδη γὰρ εἶχε τὸ πᾶν. ἀλλ' ἐμοὶ ἐκ περιουσίας ὁ λόγος πρὸς τὸ κρατεῖν· κἂν γὰρ τὸ μὴ ὂν συγχωρήσωμεν, οὔπω τῆς καθοσιώσεως ὁ δεσπότης ἐξῄρηται. κατὰ γὰρ βασιλέως ἐλύττησε καὶ καθελεῖν αὐτοκράτορα ἐπεχείρησε καὶ ἐπιχειρήσας τετόλμηκε. καί μοι μηδὲν ἀχθεσθῇς, ὦ βασιλεῦ, εἰ ὡς περὶ βασιλέως τοῦ φθάσαντος διαλέγομαι· ἐντεῦθεν γὰρ σὺ φαίνῃ θαυμασιώτερος, ὅτι τὴν βασιλείαν ἑτέρου ἰθύνοντος σὲ προελόμενος ἀντεισήνεγκεν ὁ θεός. οὐκ ἔχει τοίνυν οὐδεμίαν ἀντιλογίαν ὁ λόγος, κἂν πάνυ τις ἐκείνου ὑπερσπουδάζειν ἐθέλοι. ἀλλ' ὁρᾶτε τὰ ἐφεξῆς. Ἐπειδὴ γὰρ ἡ πόλις τοὺς αὐτοκράτορας ᾔδεισαν, τὸν μὲν οἰκουρούμενον ἔνδον, τὸν δ' ἔξωθεν ὑπὸ θείῳ κινήματι εἰσελαύνοντα, ᾧ καὶ μᾶλλον ἐθάρσουν καὶ τὰς ἐλπίδας ἐσάλευον, οὐδέν τι πλέον εἶχον τολμᾶν, ἀλλ' ἠγάπων τὰ δόξαντα, καὶ οὔτε τῶν ἐν τέλει οὐδεὶς οὔθ' ὅσοι αὐτουργοὶ καὶ χειρώνακτες παρεκίνουν τι τῶν βεβουλευμένων· ἀλλ' ἕκαστος οἴκοι καθῆστο, τῶν πραττομένων παραχωροῦντες θεῷ. ὁ δέ γε θεῖος δεσπότης λόχον λῃστρικὸν συγκροτήσας αἰχμοφόρους τε τούτους ἀποδείξας καὶ λιθοβόλους, δύο δὲ καὶ τὸ μοναχικὸν περιδύσας τριβώνιον-ὢ τῆς τόλμης, ὢ τῆς θρασύτητος-καὶ μονονοὺ τὰ ξίφη ἐγχειρίσας αὐτῷ προτρέπεται πρῶτον μὲν ἅπαντας τοὺς ἐν τέλει εἰς ἐκεῖνον ἐλᾶν, ἔπειτα δὲ καὶ τὸ ἄλλο συναγεῖραι δημοτικὸν πλῆθος. ὅσοι δὲ μὴ βούλοιντο, ἀλλ' ἀπραγμόνως αἱροῖντο ζῆν, τούτοις ἐρείπια τὰς οἰκίας ποιεῖν καὶ ἐπιφορεῖν αὐτοῖς τὸν ἐκεῖθεν χοῦν καὶ ἄχρι θεμελίων μὴ φείδεσθαι. ἐντεῦθεν τί μὲν τῶν δεινῶν οὐκ ἐπράττετο; τί δὲ τῶν ἀτοπωτάτων οὐκ ἐτελεῖτο; κατεστρέφοντο οἶκοι, ἐπολιορκοῦντο οἱ φύλακες· οἱ μὲν ἐκτείνοντο ἀντιπράττοντες, οἱ δ' αὐτόθεν ὑπέκυπτον. καὶ πάντα ἦν θορύβου καὶ κλόνου μεστά, ἡ δὲ πόλις εἱστήκει μετέωρος, κοσμικὴν ἅλωσιν τὸ πρᾶγμα οἰομένη. οὔπω γὰρ ὁ μέγας ἀνατετάλκει φωστήρ, ἦ γὰρ ἂν αὐτόθεν πᾶσα διεσκεδάσθη ἀχλύς. ὁ δὲ πατὴρ ἀκούων ἠγάλλετο. κἀγὼ ἀνεμιμνησκόμην τοῦ Νέρωνος καὶ τῶν τότε καιρῶν, τοιοῦτον γάρ τι κἀκεῖνος ἐπεποιήκει, καὶ πῦρ ἐξεπίτηδες ἐμβαλὼν τῇ πόλει, παιδιὰν ἡγεῖτο τῶν ἐμπιπραμένων τὰ σχήματα. ὁ δὲ καὶ ἠπείλει εἴ τις μὴ ταχέως ἐκεῖνῳ συντυραννεῖν εἵλετο. ἐπεὶ δὲ τὴν περὶ τούτου εἶχε διοίκησιν, τὴν ἱερατικὴν ἀξίαν εὐθὺς ἀποθέμενος ἐπὶ τὴν τυραννικὴν ἀπενενεύκει ὀφρὺν καὶ βασίλειον ἱεράτευμα τὸ σχῆμα καθίστησι μετὰ σεμνῶν ὀνομάτων τῆς τυραννίδος ἀρχόμενος. προχειρίσεις οὖν εὐθὺς καὶ ἀξιωμάτων διανομαί. τὸν μὲν οὖν τοῦ δήμου προΐστησι, τῷ δὲ τῆς θαλάσσης ἐγχειρίζει τὴν ἐξουσίαν, τῷ δὲ ἐμπιστεύει τὰ ὕπαιθρα καὶ τὸ ξύμπαν βασιλέως ἑαυτῷ ἀξίωμα περιτίθησιν· ἔμελλε δ' ὅσον ὀλίγον ταινιωθήσεσθαί τε καὶ πανταχῇ στεφηφόρος περιελεύσεσθαι. Ἐπεὶ δὲ πάντα αὐτῷ κατώρθωτο καὶ διῴκητο, πέμπει καὶ τοὺς