ἐκπεσοῦσαν πάλαι ὁ λόγος ἀνεζήτησεν ὁ ταύτην πλαστουργήσας· εὑρὼν δὲ ταύτην καὶ λαβὼν ἐπ' ὤμων ὁ δεσπότης εἰς οὐρανοὺς ἀνήγαγε καὶ τῷ πατρὶ παρέσχε καὶ τῶν ἀγγέλων ἔδειξε ταύτην ὑψηλοτέραν. ὅπερ προγνοὺς ὁ Σολομῶν πνεύματι προφητείας ποικίλως συνεγράψατο καὶ πολυπλόκως τάδε. Ἡμεῖς μὲν οὖν τοὐπίταγμα τὸ σόν, ὦ στεφηφόρε, ἀποπληρῶσαι θέλοντες ὡς δοῦλοι τοῦ σοῦ κράτους, ὡς δυνατὸν ἐγράψαμεν πολιτικοῖς ἐν στίχοις τὴν τῶν Ἀισμάτων δύναμιν, ἐξήγησιν καὶ γνῶσιν. εἰ δ' ἴσως παρεσφάλημεν καί τι τῆς ἀληθείας, οὐ ξένον οὐδὲ θαυμαστὸν οὐδὲ καινὸν τυγχάνει. ἐχρῆν μὲν γὰρ μηδὲ ποσῶς ἡμᾶς ἐπιχειρῆσαι τὴν βίβλον τὴν πνευματικὴν ταύτην ἐφερμηνεῦσαι· τοῦτο γὰρ τοῖς πνευματικοῖς εἰκός ἐστι καὶ μόνοις, τὸ τὰ τοῦ πνεύματος λαλεῖν καὶ φράζειν καὶ διδάσκειν· ἐπεὶ δὲ τοῦτο γέγονε καὶ παρ' ἡμῶν ἐκ τόλμης, ὁ παντοκράτωρ μου Χριστὸς ἵλεως γένοιτό μοι. 3 Τοῦ ὑπερτίμου Ψελλοῦ περὶ δόγματος πρὸς τὸν βασιλέα τὸν Μονομάχον ∆έχου καὶ τὸν θεμέλιον τῶν καθ' ἡμᾶς δογμάτων, σύντομον καὶ συνοπτικὸν καὶ περιγεγραμμένον. Θεὸν δεσπότην γίνωσκε σωμάτων, ἀσωμάτων, ἄχρονον, ἀτελεύτητον, τῶν ὅλων ὑποστάτην, ἀσώματον, ἀόρατον, ἀσχημάτιστον φύσει· τὴν μὲν οὐσίαν ἄληπτον, ληπτὸν ταῖς ἐνεργείαις· ἕνα καὶ τρία κατ' αὐτό, ἕνα μὲν τῇ οὐσίᾳ, τρία ταῖς ὑποστάσεσιν, εἰ βούλει, καὶ προσώποις. Ἑνὰς γὰρ τρισυπόστατος ὁ θεὸς χρηματίζει· πατήρ, υἱὸς καὶ ἅγιον ὁμοούσιον πνεῦμα. μόνος πατὴρ καὶ ἄναρχος ὁ πατήρ, στεφηφόρε, μόνος υἱός, οὐκ ἄναρχος, ὁ υἱός, δέσποτά μου, ἀρχὴ γὰρ τούτου ὁ πατήρ· εἰ δὲ τὴν ἀπὸ χρόνου ἀρχὴν λαμβάνειν βούλοιο, καὶ ἄναρχος τυγχάνει· πνεῦμα τὸ πνεῦμα ἅγιον καὶ θεὸς κατ' οὐσίαν, ἐκ τοῦ πατρὸς τὴν πρόοδον ἐσχηκὸς ὑπὲρ φύσιν, ἐκπορευτήν, οὐχ υἱικήν, κἂν ἄγνωστος ὁ τρόπος. ὑπόστασις μὲν ἕκαστον, εἷς δὲ θεὸς τὰ τρία. Μόνος δ' υἱὸς σεσάρκωται ἐν τέλει τῶν αἰώνων καὶ φύσιν ἀνελάβετο τὴν ἡμῶν ἐκ παρθένου, οὐσιωδῶς, οὐ σχετικῶς, φύσει, οὐ φαντασίᾳ, σάρκα λαβὼν ὡς ἤθελεν ἔννουν, ἐμψυχωμένην, ἐκ τῶν αἱμάτων τῶν σεπτῶν τῆς πανάγνου παρθένου, καὶ ταύτῃ καθ' ὑπόστασιν ἑνωθεὶς ἀσυγχύτως ἄνθρωπος γέγονεν αὐτός, θεὸς ὢν κατ' οὐσίαν. Ἄλλο δ' ἐστὶν ὑπόστασις καὶ ἕτερον οὐσία. ἡ μὲν οὐσία τὸ κοινὸν ὑποστάσεως εἶδος, ἡ δὲ ὑπόστασίς ἐστιν ἓν πρόσωπον καὶ μόνον· τὸ μὲν γὰρ τῆς θεότητος τῆς ἀνθρωπότητός τε δηλωτικὸν τῶν φύσεων καὶ οὐσιῶν τυγχάνει, ὁ δὲ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα καὶ πρόσωπα πεφύκασι, ναὶ μὴν καὶ ὑποστάσεις. Ὁ σαρκωθεὶς τοίνυν υἱὸς ἀτρέπτως, ἀσυγχύτως, οὐ σχετικῶς, ὡς εἴπομεν, οὔτε μὴν κατ' ἀξίαν, ὡς ὁ δεινὸς Νεστόριος δυσσεβῶς παρελήρει, ἀλλὰ καθὼς ηὐδόκησε δι' ἡμᾶς τοὺς ἀνθρώπους, ἡνώθη καθ' ὑπόστασιν τῇ προσληφθείσῃ φύσει, μία μείνας ὑπόστασις θεία τε καὶ τελεία, ἐν δύο δὲ ταῖς φύσεσιν οὐσιωδῶς τυγχάνων. οὕτω δὴ καὶ πρεσβεύομεν, οὕτω δὴ καὶ τιμῶμεν, οὕτω δὴ καὶ σεβόμεθα, οὕτως ὁμολογοῦμεν, τὰς δύο φύσεις ἀληθῶς, θείαν καὶ ἀνθρωπίνην, ἀλλήλαις καθ' ὑπόστασιν ἀτρέπτως ἑνωθείσας, ἑκάστην ἀναλλοίωτον μένειν ἐν τῇ ἑνώσει, ἐκ δὲ τῶν δύο φύσεων μίαν ἀποτελεῖσθαι σύνθετον τὴν ὑπόστασιν· οὗτος πίστεως ὅρος. Ὁμολογοῦμεν τοιγαροῦν τοῦ πατρὸς υἱὸν ἕνα μετὰ τὴν ἐνανθρώπησιν τὴν ἄρρητον τοῦ λόγου, καὶ τὸν αὐτὸν υἱὸν σαφῶς ἀνθρώπου πεφυκέναι, ἕνα Χριστὸν καὶ κύριον, τὸν μονογενῆ λόγον, ὅλον θεὸν καὶ ἄνθρωπον τῇ μιᾷ ὑποστάσει. ἥνωνται γοῦν αἱ τοῦ Χριστοῦ φύσεις, ἀλλ' ἀσυγχύτως· ἥνωνται καθ' ὑπόστασιν, διῄρηνται δὲ πάλιν τῷ τρόπῳ τῆς διαφορᾶς, ἄλλη γὰρ θεοῦ φύσις καὶ ἄλλη ἀνθρωπότητος, εἷς δ' ἐν ἀμφοῖν ὁ λόγος. εἷς τοίνυν ἐστὶν ὁ Χριστός, ὁ δὲ αὐτὸς καὶ δύο· εἷς μὲν γὰρ τὴν ὑπόστασιν, ἀλλὰ διπλοῦς τὴν φύσιν. Ὡς οὖν πρεσβεύομεν καλῶς τοῦ Χριστοῦ δύο φύσεις, οὕτω καὶ δύο λέγομεν φυσικὰς ἐνεργείας καὶ δύο τὰ θελήματα φυσικῶς ἐνεργοῦντα. Οὐσία μὲν οὖν καὶ μορφὴ καὶ φύσις ἓν τῷ