«αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ 20.10.74 «παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι». περὶ ὧν ἑκάστου σοφοῦ τινος καὶ ἐπὶ τὰ βάθη τῆς γραφῆς ἐπισταμένως φθάνειν δυνα μένου ἔργον ἂν εἴη λέγειν καὶ ἁπαξαπλῶς γε πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν βασανίζοντος καὶ ὅλα τὰ περὶ αὐτοῦ γεγραμμένα, ἅτινά ἐστιν ἀλληγορούμενα· <ἃ> ὡς πνευματικοὶ πνευματικῶς ποιεῖν πειρασόμεθα. 20.10.75 Ὅρα δὲ εἰ μὴ σαφῶς ἀπὸ τῆς ἐξετάσεως τῶν κατὰ τὸν τόπον παρίσταται ἡμῖν, ὅτι σοφοῦ τινός ἐστιν καὶ πάσῃ ἀρετῇ κεκοσμημέ 20.10.76 νου τὸ γενέσθαι τοῦ Ἀβραὰμ τέκνον. τί γὰρ δεῖ λέγειν ὅσης σοφίας χρῄζομεν εἰς τὸ νοῆσαι τὰ ἔργα τοῦ Ἀβραάμ; καὶ ὅσης δυνάμεως εἰς τὸ ποιῆσαι αὐτά; ποίας δὲ σοφίας ἢ ποίας δυνάμεως δεόμεθα, ἢ Χρι 20.10.77 στοῦ, ὅς ἐστιν «θεοῦ δύναμις καὶ θεοῦ σοφία;» τὸ μὲν οὖν γεγραμμέ νον ἐστίν· «Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε»· ἀκολούθως δ' ἂν παρὰ τοῦτο εἴποις· εἰ τέκνα τοῦ Ἰσαάκ ἐστε, τὰ ἔργα τοῦ Ἰσαὰκ ποιεῖτε· τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἰακὼβ καὶ ἑνὸς 20.10.78 ἑκάστου τῶν ἁγίων πατέρων. καὶ ἐκ τῶν ἐναντίων δὲ ἕκαστος τῶν ἁμαρτανόντων γενικῶς μὲν τέκνον ἐστὶν τοῦ διαβόλου, ἐπεὶ πᾶς «ὁ «ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγένηται», ἤδη δὲ καὶ ἰδικώτερον ἤτοι τοῦ Κάϊν, ἢ τοῦ Χάμ, ἢ τοῦ Χαναάν, ἢ τοῦ Φαραώ, ἢ τοῦ 20.10.79 Ναβουχοδονόσορ, ἤ τινος τῶν ἀσεβῶν. τούτοις δὲ ἀκολούθως ἐρεῖς ὅτι ἕκαστος ἀπαλλαττόμενος τοῦ βίου τούτου ἀπελεύσεται πρὸς τοὺς ἰδίους πατέρας· νομιστέον γὰρ οὐ μόνῳ τῷ Ἀβραάμ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις λέγεσθαι πρὸς τῇ ἐξόδῳ τὸ «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς «πατέρας σου»· οὐκέτι δὲ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἁγίοις τὸ «Μετὰ εἰρήνης»· τοῖς δὲ τετελειωμένοις καὶ πνευματικῶς μακροη μέροις γενομένοις καὶ τὸ «Τραφεὶς ἐν γήρᾳ καλῷ», ἐπείπερ «Πολιά «ἐστιν φρόνησις ἀνθρώποις» καὶ «Στέφανος καυχήσεως γῆρας» καὶ δόξα τοῖς ἀληθινοῖς καὶ θείοις πρεσβυτέροις αἱ κοσμοῦσαι αὐτοὺς νοηταὶ πολιαί. 20.11.n Νῦν δὲ ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλή θειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ. 20.11.80 Οἱ ζητοῦντες ἀποκτεῖναι, ἐπεὶ θεὸς οὐκ ἀποκτίννυται, κἂν ἀποκτιννύωσιν, ἄνθρωπον ἀποκτιννύουσιν. κἂν ζητῶσιν ἀποκτεῖναι, μήπω ἀποκτιννύντες, οὐχὶ θεὸν νομίζοντες εἶναι, ᾧ ἐπιβουλεύουσιν, ὡς ἀνθρώπῳ ἐπιβουλεύουσιν· οὐδεὶς γὰρ πειθόμενος εἶναι θεὸν τοῦτον 20.11.81 ᾧ ἐπιβουλεύει, ἐπιβουλεύσαι ἂν αὐτῷ ἔτι. ἔστι δέ πως ἀεὶ θεωρῆσαι τοὺς τῷ λόγῳ τοῦ θεοῦ ἐπιβουλεύοντας, ὅτι ἀποκτεῖναι ζητοῦσιν καὶ ἐξαφανίσαι αὐτόν, ἄνθρωπον αὐτόν, τουτέστιν ἀνθρώπινον καὶ θνητόν, εἶναι ὑπολαμβάνοντες, ἢ καὶ τῷ ἀνθρωπινωτέρῳ αὐτοῦ καὶ βλεπομένῳ ἐπιτίθενται· ἵνα δὲ καὶ ἀποκτείνωσιν τὸ σῶμα τοῦ λόγου, 20.11.82 σαφὲς ὅτι μετὰ ταῦτα οὐδὲν δύνανται ποιῆσαι περισσότερον. διόπερ οὐ φοβητέον ἡμῖν ἀπὸ τῶν ἀποκτιννύντων τὸ σῶμα, μετὰ δὲ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι, οὐδὲ φοβητέον ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν τοῦ λόγου ἀποκτεῖναι μὴ 20.11.83 δυναμένων. ἀλλ' εἰ τοιοῦτός τίς ἐστιν <ὁ> λόγος ὥστε καὶ τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, τῷ ἄξια εἶναι ἀπωλείας, ἀπόλλυσθαι δύνασθαι, φοβητέον τὸν δυνάμενον θεὸν λόγον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι καὶ ἐξαφανίσαι, εἴτε ἐν γεέννῃ εἴτε ὅπως βούλεται· ὁ κύριος γὰρ Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας ἑαυτοῦ τὸν ἀντικείμενον λόγον καὶ ἐπαιρό 20.11.84 μενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα. καὶ ζητοῦσί γε οὗτοι πρὸς οὓς ὁ λόγος ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελάληκεν, 20.11.85 ἣν ἤκουσεν παρὰ τοῦ θεοῦ καὶ εἴληφεν. κἂν ἁπλούστερον μέντοι γε κατὰ τὸν τόπον ἐκλαμβάνωμεν, σαφῶς ἐδίδαξεν ὁ σωτὴρ ὅτι τὸ ζητούμενον ὑπὸ Ἰουδαίων ἐπὶ τῷ ἀναιρεθῆναι αὐτὸ θεὸς οὐκ ἦν ἀλλὰ ἄνθρωπος, ὃς καὶ ἀνῃρέθη· θεὸν γὰρ οὐ θεμιτὸν ἀποθνήσκειν λέγειν· διόπερ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγος, ὅστις καὶ θεὸς λόγος ἦν, οὐκ ἀπέθανεν. ζητήσεις δέ, ἐπεὶ γέγραπται ὅτι «Ὁ λόγος σὰρξ «ἐγένετο», πότερόν ποτε ὁ γενόμενος σὰρξ λόγος τῷ γεγονέναι σὰρξ 20.11.86 γέγονεν καὶ ἄνθρωπος ἢ οὐ