[v 9] ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ. πρὸς τοὺς διαχωρίζοντας τὸν δίκαιον ἀπὸ τοῦ ἀγαθοῦ, καὶ οἰομένους τὸν μὲν δημιουργὸν εἶναι δίκαιον ὃν δὲ οἴονται ὑπὲρ αὐτὸν ἀγαθὸν Θεόν, χρήσιμα τὰ ῥητά· ἐπείπερ ὁ τοῦ φωτὸς καρπὸς καὶ ἐν ἀγαθωσύνῃ ἐστὶ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ἀληθείᾳ. ὅπου οὖν ἀγαθωσύνη ἐκεῖ δικαιοσύνη, καὶ ὅπου ἀλήθεια ἐκεῖ δικαιοσύνη. παρὰ δὲ τῷ ἀγαθῷ πατρὶ ἀγαθωσύνη καὶ ἀλήθεια· παρ' αὐτῷ ἄρα καὶ οὐ παρ' ἄλλῳ ἐστὶν ἡ δικαιοσύνη. ἐπιστήσεις δὲ αὐτοὺς καὶ ἐκ τοῦ τὸν Χριστὸν εἶναι δικαιούνην. ἐν μὲν οὖν τῷ εὐεργετικῷ ἐμφαίνεται ἡ ἀγαθωσύνη, ἐν δὲ τῷ κατ' ἀξίαν ἀπονεμη τικῷ ἡ δικαιοσύνη, ἐν δὲ τῷ ἐπιστημονικῷ τοῦ τῶν ὅλων λόγου ἡ ἀλήθεια. [v 10] δοκιμάζοντες τί ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. χρεία τοῦ μετὰ βουλῆς πάντα ποιεῖν, ἵνα περισκοποῦντες ἕκαστον τῶν πρακτέων ἀπὸ ἐξετάσεως τὰ μὲν δοκιμαστὰ καὶ εὐάρεστα τῷ Θεῷ παρα δεξώμεθα ὡς δόκιμοι τραπεζῖται, τὰ δὲ ἀδόκιμα καὶ δυσάρεστα αὐτῷ ἀποσειώ μεθα. ἐπεὶ δὲ ἀπήρτηται τὰ τῆς φράσεως, δοκεῖ μοι οὕτως ἂν ἀποκαταστῆναι, μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν, δοκιμάζοντες τί ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. εἰ καὶ ἦτέ ποτε σκότος, νῦν δὲ φῶς ὄντες ἐν Κυρίῳ ὡς τέκνα φωτὸς περιπατεῖτε, τοὺς καρποὺς ἐπιδεικνύμενοι τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ. [v 11a] καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους. καὶ ἐν ἄλλοις τὸ μὲν τοῦ καρποῦ ὄνομα ἔταξεν ἐπὶ τοῦ πνεύματος τὸ δὲ τοῦ ἔργου ἐπὶ τῆς σαρκός, εἰπὼν φανερὰ δέ ἐτι τὰ ἔργα τῆ αρκό, ἅτινά ἐτι πορνεία καὶ τὰ ἑξῆς, ὁ δὲ καρπὸ τοῦ πνεύματό ἐτιν ἀγάπη χαρὰ εἰρήνη καὶ τὰ ἑξῆς. νῦν μέντοιγε τὰ τοῦ σκότους ἔργα ἄκαρπα εἶναί φησιν, οἷς κοινωνεῖ ὁ ποιῶν αὐτά. [v 11b] μᾶλλον δὲ καὶ ἐλέγχετε. ἐν ταῖς ἐντολαῖς εἶναι νομιστέον καὶ τὸ ἐλέγχειν· ὅπερ ποιήσει ὁ μὴ ἀκουσόμενος ἄν, ὑποκριτὰ ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ ου τὴν δοκὸν καὶ τότε διαβλέψει ἐκβαλεῖν τὸ κάρφο ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ ου. διόπερ καὶ οἱ προφῆται, μηδαμῶς ἐλέγχοις ὑπεύθυνοι τυγχάνοντες, ἤλεγχον τοὺς ἁμαρτάνοντας. [v 12] τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. τίνων αὐτῶν; οὐ πάνυ σαφῶς προεῖπεν· εἰ μὴ ἄρα τις ἀναφέρῃ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας τὴν λέξιν, ὥστε οὕτως αὐτὴν ἔχειν τὰ γὰρ κρυφῆ γινόμενα ὑπὸ τῶν υἱῶν τῆς ἀπειθείας αἰσχρόν ἐστι καὶ λέγειν, ἅτινα ἦν πορνεία καὶ ἀκαθαρσία. 26 Eph. v13 [τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦνται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός.] [Ὠριγένης δέ φησιν] ἐπείπερ τὰ ἐλεγχόμενα ἔργα τοῦ σκότους ὑπὸ τοῦ φωτὸς φανεροῦται, μεταβαλλόντων τῶν ἐλεγχομένων εἰς φῶς, λέγεται τοῖς καθεύδουσι καὶ ἐν νεκρότητι τυγχάνουσιν ἐκ τοῦ τὰ ἄκαρπα ἔργα τοῦ σκότους πεποιηκέναι τὸ ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ἁ χριστός. ζητήσαι δ' ἄν τις, τίς λέγει κατὰ τὸ ἐνθάδε γεγραμμένον διὸ λέγει Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. ὁ μὲν οὖν τις φήσει ἔν τινι τῶν προφητῶν ἀνεγνωκότα ταῦτα τὸν ἀπόστολον ἐνθάδε αὐτὸν ἀναγεγραφέναι. ἕτερος δὲ αὐτὸν τὸν ἀπόστολον προσωποποιεῖν τινα ἐκ τοῦ πνεύματος λεγόμενα εἰς προτροπὴν τὴν ἐπὶ μετάνοιαν. ἔτι δὲ ζητήσεις, πῶς τῷ αὐτῷ λέγεται ὡς μὲν ζῶντι καὶ καθεύδοντι ἔγειρε ὁ καθεύδων, ὡς δὲ τεθνηκότι τὸ ἀνάστα ἐκ τῶν νεκρῶν. μήποτ' οὖν ἐπείπερ ἔστι καὶ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπερ ἐπὶ κρείττονος τετηρήκαμεν λέγεσθαι, ἔστι δέ τι καὶ δεύτερον ἡ ψυχὴ τὸ καὶ νόσου καὶ θανάτου ἐκ τῶν ἁμαρτημάτων δεκτικόν, τὸ μὲν ἔγειρε ὁ καθεύδων λέγεται διὰ τὸ πνεῦμα, τὸ δὲ ἀνάστα ἐκ τῶν νεκρῶν διὰ τὴν ψυχήν· ἐπείπερ ψυχὴ ἡ ἁμαρτάνουα αὕτη ἀποθανεῖται, τοῦ δὲ πνεύματος οὐδαμοῦ εὕρομεν θάνατον. φῶ δὲ ὢν ἀληθινὸν ὁ χριστός ἐπιφαύσει τῷ ἐγειρομένῳ ἀπὸ ὕπνου καὶ ἀναστάντι ἐκ νεκρῶν. 27 Eph. v15- 17 βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. διὰ τοῦτο μὴ γίνεσθε