προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ἀνθρωπίνη οὐ δύναται φύσις. ἀλλ' ἐπεὶ ὁ τοιοῦτος λόγος οὐ γυμνὸς ὕλης καὶ σωματικῶν παραδειγμάτων εἰς ἀνθρώπους ἔρχεται, διὰ τοῦτο πτύει χαμαὶ ὁ Ἰησοῦς καὶ ποιεῖ πηλόν. ὅρα τοίνυν εἰ δύνασαι πᾶσαν τὴν γραφὴν καὶ τὸν τρόπον τῆς ἐν αὐτῇ ἀπαγγελίας διηγούμενος εἰπεῖν συνεστηκέναι διὰ μὲν τὰ θεῖα νοή ματα ἀπὸ τοῦ σιέλου τοῦ χριστοῦ, διὰ δὲ τὴν ὡς ἐν ἱστορίαις καὶ ἀνθρωπίνοις πράγμασιν ἀπαγγελίαν ἐκ τῆς ἀπὸ τῶν χαμαὶ γῆς. ὡς εἶναι τὸ πᾶν γράμμα τοῦ νόμου καὶ προφητῶν καὶ τῶν λοιπῶν γραφῶν ἀπὸ τοῦ τοιοῦδε πηλοῦ, ᾧ καὶ χρίσαι δεῖ τοὺς τῶν μὴ βλε πόντων ὀφθαλμούς, μετὰ δὲ τοῦτο ἀπελθεῖν εἰς τὸν Σιλωὰμ τοῦ ἀπεσταλμένου ὑπὸ τοῦ θεοῦ· δι' οὗ δηλοῦται ἡ ἐν ταῖς ζητήσεσι καὶ τῆς ἀληθείας διαπορήσεσιν ὡσπερεὶ κολύμβησις, καὶ γὰρ Ἰώβ πού φησι· «Βροτὸς δὲ ἄλλως νήχεται λόγοις». ἀπονιψώμεθα τοι γαροῦν τῷ ὕδατι τῆς κολυμβήθρας «τοῦ ἀπεσταλμένου» τὸν ἐπι χρισθέντα τοῖς ὀφθαλμοῖς πηλόν, ἵνα μετὰ τοῦτο ἀναβλέψαι δυνη θῶμεν. νοήσεις δὲ πηλὸν τὴν ἀρχὴν τῶν στοιχείων τῶν λογίων τοῦ θεοῦ, καθ' ἣν ὡς νήπια γάλακτι τρεφόμεθα· ἐπειδὰν δὲ καταργηθῇ τὰ τοῦ νηπίου καὶ στερεᾶς τροφῆς μεταλάβωμεν, ἀπορριπτόμεθα τὸν πηλόν, ἵνα ἐπανέλθωμεν πρὸς τὸν Ἰησοῦν βλέποντες. πάντα δὲ ταῦτα περὶ τὸν υἱὸν τοῦ θεοῦ στρέφεται· κατὰ γὰρ διαφόρους ἐπινοίας αὐτός ἐστι καὶ ὁ ἀπεσταλμένος. καὶ τὰ μὲν ἀνθρώπινα ἐκδέχου πρὸ τοῦ Σιλωάμ, ἐπὶ δὲ τὰ θειότερα αὐτοῦ ἀνάφερε τὸ ἀπεσταλμένον ὕδωρ καὶ Σιλωάμ. καὶ παρὰ τῷ Ἡσαίᾳ νοήσεις τὸν θεῖον καὶ εὐσταθῆ λόγον διὰ τούτων σημαίνεσθαι, λόγους δὲ ἐθνῶν καὶ ἑτεροδόξων τὸν Ῥαασὼν καὶ τὸν υἱὸν Ῥομελίου. ἐπεὶ πῶς ἀντὶ τοῦ ὕδατος τοῦ Σιλωὰμ βασιλεῖς ἤθελεν ὁ λαός, πῶς δὲ καὶ ὕδωρ ποταμοῦ ἐστιν ἰσχυρὸν καὶ πολύ, τῶν Ἀσσυρίων βασιλεὺς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ, ἐὰν μὴ καὶ αὐτὸς δύναμίς τις ἀντικειμένη τυγχάνῃ, κατακλύζουσα τῷ πλήθει τῶν ἑαυτῆς πιθανῶν τὴν μὴ θέλουσαν Ἰουδαίαν ὕδωρ τοῦ Σιλωὰμ καὶ ἐπικρατοῦσαν αὐτοῦ; τὸ δὲ μὴ παρ όντα θεραπεῦσαι, κελεῦσαι δὲ ἀπελθόντα νίψασθαι, καὶ νιψα μένῳ τὴν θεραπείαν παρασχεῖν, οἰκονομοῦντος ἦν τὸ μηδένα λα θεῖν τὸ γινόμενον θαῦμα. ὥσπερ γὰρ τῷ παραλύτῳ τὸν κράββατον λαβεῖν ἐκέλευσεν ἐν ἡμέρᾳ καθ' ἣν οὐκ ἐξῆν τοῦτο ποιεῖν, ἵν' οὕτως ἕκαστος ἐγκαλῶν ἐπὶ τῇ παρανομίᾳ τοῦ γεγονότος θαύματος μανθάνῃ τὸ μέγεθος, οὕτω καὶ τούτῳ πόρρωθεν ὄντι τῆς κολυμβήθρας ἐκέ λευσεν ἀπελθόντι νίψασθαι. 64 Ὁ προσαίτης δι' ἀπορίαν τῶν ἀναγκαίων καὶ ἀδυναμίαν τοῦ εὐσχημονέστερον αὐτὰ πορίζειν ἐπαιτεῖ. τοιούτους δ' ἂν εὕροις τοὺς ἀπὸ τῶν ἐπαγγελλομένων τὴν ἀλήθειαν Ἑλλήνων καὶ βαρ βάρων οἱονεὶ αἰτοῦντας ὠφέλειαν, ἀπορίᾳ πρέποντος πορισμοῦ † τῷ λογικῷ τῆς ἀληθείας ἀπεριστάτως πλουσίων θεωρημάτων. ἀλλ' ἀπαγορεύων τὴν τοιαύτην διαζήτησιν ὁ λόγος φησί που· «Τέκνον, «ζωὴν ἐπαιτήσεως † μὴ βιώσῃ, ὡς κρεῖττον ἀποθανεῖν ἢ ἐπαιτεῖν». ἐπαιτεῖν δὲ αἰσχύνεται ὁ ἐν τοῖς εὐαγγελίοις οἰκονόμος τῆς ἀδικίας, καὶ διὰ τοῦτο τῷ μὲν ὀφείλοντι ἑκατὸν κόρους σίτου ἔλεγε· «∆έξαι «σου τὸ γράμμα καὶ γράφε ἑξήκοντα», τῷ δὲ ἑκατὸν βάτους ἐλαίου· «∆έξαι σου τὸ γράμμα καὶ ποίησον ὀγδοήκοντα», προκρίνας τοῦ μετ' αἰσχύνης ἐπαιτεῖν τὸ λαβεῖν ἀπὸ τοῦ ὀφείλοντος τῷ κυρίῳ, καὶ διὰ τοῦτο ἐπαινεθείς. οὐ μόνον τοίνυν ὁ Ἰησοῦς ἀπήλλαξε τὸν ἀπὸ γενετῆς τῆς τυφλότητος, ἀλλὰ καὶ τοῦ προσαιτεῖν. ἐχαρίσατο γὰρ αὐτῷ ἅμα τῷ βλέπειν καὶ θεωρίαν πῶς ποριστέον αὐτῷ ἔσται τὰ πρὸς σωτηρίαν ψυχῆς ἀναγκαῖα. ἐνταῦθα μὲν οὖν ἡ τυφλότης τοῦ προσαιτεῖν αἰτία, ἐν δὲ ταῖς Πράξεσιν ἡ χωλότης, ὧν ὁ ἀπαλλαγεὶς οὐ προσαιτήσει ἔτι. 65 Εἴπερ δὲ ὡς ὑπελάμβανον οἱ Φαρισαῖοι, ὁ μὴ τηρῶν ὃ ἐκεῖνοι ἐνόμιζον εἶναι σάββατον οὐκ ἔστι παρὰ θεοῦ, οἱ δὲ ἐν τῷ ἱερῷ ἱερεῖς τὸ σάββατον βεβηλοῦντες παρὰ θεοῦ ἦσαν, οὕτω δὲ οὐκ ἐναργὲς ἦν τὸ μὴ εἶναι παρὰ θεοῦ τὸν τὸ σάββατον αὐτῶν μὴ τηροῦντα· ὡς μηδὲ ὑπὸ πάντων τῶν τότε Φαρισαίων τὸν λόγον εἰρῆσθαι, ἀλλ' ἐκ τῶν Φαρισαίων τινὲς τοῦτο ἔλεγον, ὥς φησιν ὁ εὐαγγελιστής. πρόσχες δὲ καὶ τῷ «Τοιαῦτα σημεῖα» μὴ μάτην κει μένῳ.