οὕτως καὶ παναθλίως τῆς ζωῆς ἀπελήλαται. καὶ Θεότεκνος δέ τις, πρὸς τὸν Ἑλληνισμὸν ἀπορρυείς, πᾶσαν ἀθρόως τὴν σάρκα διασαπεὶς καὶ σκωλήκων ὕλη γεγονώς, καὶ δὴ καὶ τοὺς ὀφθαλμοὺς ὑπ' αὐτῶν ἐξορυχθείς, τελευτῶν εἰς μανίαν ἐτράπη καὶ τὴν ἑαυτοῦ γλῶτταν καταφαγὼν ἐκ πικρῶν βασάνων εἰς πολὺ χαλεπώτερα παρεπέμφθη κολαστήρια. καὶ πολλὰ τοιαῦτα τὸ θεῖον ἐτερατούργει, ἀντιρρόπους τὰς ποινὰς παρὰ τῶν ἀναίδην ἀσεβούντων εἰσπραττόμενον. 7.14 Ὅτι προστάξας, φησίν, Ἰουλιανὸς τὰ Ἱεροσόλυμα ἀνοικοδομεῖσθαι, ὡς ἂν τὰς περὶ αὐτῶν δεσποτικὰς προρρήσεις ἀκύρους ἐλέγξῃ, τοὐναντίον ἅπαν ὧν ἐσπούδασεν ἐξειργάσατο. ἄλλα τε γὰρ τέρατα ὑπερφυῆ τὸ ἔργον κατασκήψαντα ἐπέσχεν καὶ δὴ καὶ τῶν θεμελίων εὐτρεπιζομένων εἷς τῶν λίθων, τῶν εἰς τὴν ἐσχάτην κρηπῖδα τεταγμένων, κινηθεὶς στόμιον ἄντρου τινὸς παρέδειξεν ἐνειργασμένου τῇ πέτρᾳ. ὡς δ' ἄπορον ἦν διὰ τὸ βάθος ἰδεῖν τὰ ἔνδον, βουλόμενοι γνῶναι τὸ σαφὲς οἱ τοῖς ἔργοις ἐφεστῶτες καθιᾶσί τινα τῶν ἐργατῶν σχοίνου μακρᾶς ἐκδησάμενοι. ὁ δὲ καθιμηθεὶς ὕδωρ μὲν εὗρεν εἰς μέσας κνήμας κατὰ τὸ ἄντρον συνεστηκός· πανταχῆ δὲ περιελθὼν καὶ τῶν τοίχων ἐφαψάμενος, τετράγωνον μὲν τὸ ἄντρον ἔγνω, ἀναστρέφων δὲ καὶ κατὰ τὸ μέσον γεγονώς, ἐντυγχάνει στήλῃ τινὶ βραχὺ διεχούσῃ τοῦ ὕδατος· ᾗ τὴν χεῖρα ἐπιβαλὼν εὑρίσκει βιβλίον αὐτῇ ἐπικείμενον, λεπτοτάτῳ καὶ καθαρωτάτῳ περιειλημένον ἡμιτυβίῳ. ἀνελόμενος δὲ ὡς εὗρεν τὸ βιβλίον, σημαίνει δεῖν αὐτὸν ἀνακομίζειν. Ἀνακομισθεὶς δὲ ἐπιδείκνυσι τὸ βιβλίον καὶ εἰς θάμβος ἅπαντας ἄγει, μάλιστα δ' ὅτι καὶ νεουργὸν καὶ ἀθιγῆ παρεῖχε τὴν θέαν, καὶ ὡς ἐν ἐκείνῳ ἀνευρεθὲν τῷ χωρίῳ. τὸ δὲ ἄρα τὸ βιβλίον (ὃ καὶ πλέον Ἑλληνιστὰς καὶ Ἰουδαίους κατέπληξεν) εὐθὺς κατ' ἀρχὰς ἀναπτυχθὲν μεγάλοις ἔλεγε γράμμασιν· «20ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.»20 καὶ ἁπλῶς ὁλόκληρον ἡ γραφὴ τὸ εὐαγγέλιον ἐδείκνυ, ὅπερ ἡ θεολόγος τοῦ μαθητοῦ καὶ παρθένου εὐηγγελίσατο γλῶσσα. ἐδήλου δὲ ἄρα μετὰ τῶν ἄλλων παραδόξων ἔργων, ἃ κατ' ἐκεῖνο καιροῦ οὐρανόθεν ἐπεδείχθη, μὴ ἄν ποτε διαπεσεῖν τὴν δεσποτικὴν ἀπόφασιν, ἥτις τὴν εἰς τέλος 20ἐρήμωσιν20 τοῦ νεὼ προανεῖπεν. καὶ γὰρ θεόν τε ἐθεολόγει τὸ βιβλίον τὸν ταῦτα προτεθεσπικότα καὶ δημιουργὸν ἁπάντων καὶ ἔλεγχος ἦν τοῦ μάτην ἐκείνους περὶ τὴν οἰκοδομὴν πονεῖσθαι, τῆς θείας καὶ ἀμεταθέτου ψήφου τὸν εἰς τέλος τοῦ νεὼ ἀφανισμὸν καταψηφισαμένης. Τὰ μέντοι Ἱεροσόλυμα Ἰεβοὺς πρότερον ἐκαλεῖτο, τῶν τῆς Βενιαμίτιδος φυλῆς ταύτην ἐνοικούντων, πρὶν ἢ ∆αυῒδ ὁ βασιλεύς, ὑποσχέσει στρατηγίας ἑλὼν αὐτὴν διὰ τοῦ Ἰωάβου, ἐκείνῳ τε τὴν ὑπόσχεσιν ὡς ὑπεδέξατο δίδωσι καὶ αὐτὸς πόλιν ἐν αὐτῇ δειμάμενος μητρόπολιν τοῦ παντὸς ἔθνους τῶν Ἑβραίων ἀπειργάσατο. 7.15 Ὅτι, τοῖς πανταχόθεν χρησμοῖς τῶν Ἑλλήνων ὁ παραβάτης ἀναπεισθεὶς ὡς ἄμαχον ἕξει τὸ κράτος, κατὰ Περσῶν ἐκστρατεύει. γέρων δέ τις τῶν παρὰ Πέρσαις τῆς στρατευόμενον καὶ ἐρημίαις ἐκτόποις καὶ ἀμηχάνοις συγκλείσας ἀπορίαις, ἐν οἷς τὸ πλεῖστον τοῦ λαοῦ διεφθάρη, ἕτοιμον θήραμα τοὺς πολεμίους τοῖς ὁμοφύλοις παρέχεται. Τὸ δὲ Περσικὸν ἐπελαύνει κατ' αὐτῶν, συνεπαγόμενον καὶ τοὺς ὑποσπόνδους κοντοφόρους Σαρακηνούς· ὧν εἷς ἐπὶ τὸν Ἰουλιανὸν τὸ δόρυ ἐκτείνας πλήττει μὲν αὐτὸν ἐν ἰσχύϊ κατὰ τὸ περιτόναιον, ἅμα δὲ τῇ αἰχμῇ ἐξελκομένῃ καὶ κόπρος τις ἐπηκολούθησε συνεπισπωμένη τῷ αἵματι. εἶτα τὸν μὲν βαλόντα Σαρακηνὸν εἷς τῶν δορυφόρων ἐπελθὼν τῆς κεφαλῆς ἀποτέμνει. τρωθέντα δὲ καιρίαν τὸν Ἰουλιανὸν οἱ οἰκεῖοι διὰ τάχους ἀναλαβόντες ἐπ' ἀσπίδος, εἰς τὴν σκηνὴν ἀπεχώρουν. καὶ τοῖς πολλοῖς, διὰ τὸ ἀθρόον καὶ δι' ὀλίγου συμβῆναι τὴν πληγὴν καὶ μηδ' ὅθεν ἰδεῖν ἠνέχθη, παρὰ τῶν οἰκείων ἐνομίσθη τὸ πάθος προελθεῖν. Ἀλλ' ὅ γε δείλαιος Ἰουλιανὸς τοῦ τραύματος ταῖς χερσὶν ὑποδεχόμενος τὸ αἷμα πρὸς τὸν ἥλιον ἀπέρραινεν, διαρρήδην πρὸς αὐτὸν λέγων· «κορέσθητι». ναὶ δὴ καὶ τοὺς ἄλλους θεοὺς κακούς τε καὶ ὀλετῆρας ἐκάλει. Ἰατρῶν μέντοι γε ἄριστος ὁ Λυδὸς