ἐν τῷ πατρί, τοῦτ' ἔστιν ὁμοούσιος. διὰ τί δὲ οὐκ εἶπεν· καθὼς σύ, πατήρ, ἐμοὶ κἀγὼ Σοί, ἀλλὰ μετὰ τῆς προθέσεως; μάλιστα μὲν καὶ τοῦτό φησιν ἀλλαχοῦ λέγων· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. νυνὶ δὲ καὶ ἀκριβέστερον εἴρηκεν· οὐ γὰρ μόνον ὅτι ὁ πατὴρ ἕν ἐστι τῷ υἱῷ, φησίν, ἀλλὰ καὶ τίνι ἐστὶν ἓν συμπαρέστησεν· εἰπὼν γὰρ ἐν ἐμοί, τοῦτ' ἔστιν τῇ ἐν ἐμοὶ οὐσίᾳ καὶ θεότητι, οὐχί τινι τῶν ἔξωθεν ὑπάρχεις ἐμοὶ ἓν ἢ κατά τινα χάριν καὶ οἰκονομίαν, ἀλλὰ τῇ ἐμφύτῳ καὶ οἴκοθεν ἐνυπαρχούσῃ θεότητι. θέλων δὲ παραστῆσαι, ὅτι αὕτη μία ἐστὶ καὶ οὐ πολλαί, ἐπήγαγε λέγων· κἀγὼ ἐν Σοὶ ἕν εἰμι οἷον τῇ ἐν Σοὶ ἐμφύτῳ θεότητι καὶ οὐσίᾳ· εἰ γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς δύο ὄντες τῇ ὑποστάσει ἑνίζονται τῇ ἐν ἑαυτοῖς θεότητι καὶ οὐσίᾳ, δηλονότι πολλῷ μᾶλλον αὐτὴ ἑνιαία τις καὶ μία ἐστίν. σκόπει δὲ καὶ ἄλλο. οὐκ εἶπεν πρότερον τὸ ἐγὼ ἐν Σοί, ἀλλὰ τὸ σύ, πατήρ, ἐν ἐμοί. διὰ τί; ἵνα ἐξ αὐτῆς τῆς ἀρχῆς ἐπιστομίσῃ τοὺς κατὰ χάριν ἤ τινα ἄλλον τοιοῦτον τρόπον, ἀλλὰ μὴ κατ' οὐσίαν ἓν εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν ἀναπλάττοντας· εἴπερ γὰρ προέταξε τὸ ἐγὼ ἐν Σοί, εὐθὺς ἂν ἐπεπήδησεν ὁ αἱρετικὸς μὴ ἀναμείνας τὸ ἐπαγόμενον καὶ ἐκενολόγει, ὅτι ἓν τῇ δόξῃ ἐστὶν ὁ υἱὸς τῷ πατρὶ ἢ τῇ χάριτι ἢ τῇ πρὸς αὐτὸν ἀναφορᾷ ἢ τοιούτοις φληνάφοις τισίν. ἐπεὶ δὲ τὸ τὸν πατέρα ἓν εἶναι ἐν τῷ υἱῷ προέταξεν, εὐθὺς αὐτῶν ἐμφράττει τὸ στόμα· εἰ γὰρ μὴ τῇ οὐσίᾳ ἓν ὁ πατὴρ τῷ υἱῷ, τίνι ἕν· ἆρα τῇ πρὸς τὸν υἱὸν ἀναφορᾷ, ἀλλὰ τῇ χάριτι αὐτοῦ, ἀλλ' ἑτέρῳ παρὰ τὴν οὐσίαν τινί; ὁρᾷς πῶς αὐτίκα πᾶσα τῶν Ἀρειανῶν κατασείεται ἡ δόξα; οὐ μόνον δὲ Ἄρειος, ἀλλὰ καὶ τὸ τῶν τριθεϊτῶν διὰ τῶνδε τῶν παναχράντων ῥημάτων καταλύεται φρύαγμα. 107 Jo 17, 21-23 Ἓν εἶναι τοὺς μαθητὰς ἀξιοῖ γενέσθαι. πρῶτον μὲν ἀπὸ τῆς ἐν ἀλλήλοις ὁμονοίας· ἵνα γὰρ πάντες, φησίν, ἓν ὦσιν. εἶτα ἀπὸ τῆς αὐτῆς πίστεως· φησὶν γὰρ ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. καὶ τρίτον ἀπὸ τῆς τῶν σημείων δυνάμεως· δέδωκα γὰρ αὐτοῖς, φησίν, τὴν δόξαν, ἵνα ἓν ὦσιν. τὸ δὲ καθὼς ἡμεῖς ἕν ἐσμεν, ἵνα, φησίν, καθὼς ἡμεῖς ἐκ τοῦ αὐτεξουσίως ποιεῖν τὰ σημεῖα καὶ τέρατα γινωσκόμεθα τοῖς ὀρθῶς κρίνειν ἐθέλουσιν, ὅτι ἕν ἐσμεν κατ' οὐσίαν καὶ τῆς αὐτῆς φύσεως, οὕτως οἱ μαθηταὶ ἐκ τοῦ λαβεῖν παρ' ἡμῶν τὴν ἐνέργειαν τῶν σημείων καὶ διὰ τῆς ἡμῶν ἐπικλήσεως ταῦτα ἐπιτελεῖν ἐπιγνωσθῶσι τῷ κόσμῳ διὰ τούτων, ὅτι ἑνὸς καὶ τοῦ αὐτοῦ θεοῦ εἰσιν ἀπόστολοι καὶ μαθηταὶ καὶ ἕν εἰσι κατὰ τὸν τῆς ὁμονοίας λόγον καὶ τὸν τοῦ κηρύγματος καὶ τῆς τῶν σημείων ἐπιδείξεως. πῶς δὲ γίνεται τοῦτο ἐκ τοῦ κατοικῆσαι ἐν αὐτοῖς τὸν υἱὸν καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα; ὁ γὰρ υἱὸς ἀεὶ συνεφέλκεται τὸν πατέρα ὡς καὶ ἔμπαλιν ὁ πατὴρ τὸν υἱόν. τί δὲ γίνεται ἐκ τοῦ οὕτω τοὺς μαθητὰς γενέσθαι τετελειωμένους; μᾶλλον, φησίν, ὁ κόσμος ἐπιστραφήσεται καὶ γνώσεται, ὅτι ἐκ Σοῦ ἀπέσταλμαι καὶ οὔκ εἰμι, ὡς ἐβλασφήμουν τινές, ἀντίθεος. 108 Jo 17, 24 Εἰπὼν ἣν ἔδωκάς μοι πρὸ καταβολῆς κόσμου εἰς ἀπέραντον καὶ ἀόριστον καὶ ἄναρχον τὸν νοῦν ἀναπέμπει· τὸ γὰρ πρὸ καταβολῆς κόσμου εἰπεῖν μή ποτε δὲ ἴΣον ἐστὶ τῷ εἰπεῖν ἐν ἀρχῇ ἦν, ὅπερ ἀρχόμενος καὶ ὁ εὐαγ γελιστὴς ἐκ τῶν δεσποτικῶν φωνῶν τοῦτο διδαχθεὶς ἔλεγεν. φησὶν οὖν· ἣν ἔδωκάς μοι ἐν ἀρχῇ, τοῦτ' ἔστι μεθ' ἧς γεγέννημαι δόξης πρὸ παντὸς αἰῶνος καὶ πρὸ πάσης ἐπινοίας ἐπιδεχομένης τὸ πρότερον. τίς δέ ἐστιν ἡ τοιαύτη δόξα; ἡ ὁμοουσιότης, ἡ ταὐτότης τῆς ἐξουσίας καὶ κυριότητος καὶ δυνάμεως· ταῦτα μὲν γὰρ θεωροῦσι καὶ ἐνταῦθα οἱ εὐσεβεῖς ταῖς τῶν ἀποστόλων ὀμματωθέντες διδασκαλίαις, ἐκεῖ δὲ μᾶλλον τελειότερον καὶ ἐκτυπώτερον αὐτοί τε οἱ ἀπόστολοι καὶ οἱ τῆς ἐκείνων διδασκαλίας ἄξιοι ταῦτα θεωρήΣουσι τῇ τοιαύτῃ θεωρίᾳ ἐντρυφῶντες καὶ ἀγαλλόμενοι. διὸ καὶ ὁ θεσπέσιος Παῦλός φησιν· νῦν μὲν γὰρ δι' ἐσόπτρου ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. 109 Jo 18, 31 Ὅρα πῶς ἐμαίνετο καὶ πρὸς μιαιφονίαν ὁ τῶν Ἰουδαίων δῆμος ἀνηρέθιστο· εἰπόντος γὰρ τοῦ Πιλάτου· λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε, αὐτοὶ οὐ λέγουσιν, ὅτι οὐκ ἔξεστιν ἡμῖν κρίνειν, ἀλλ' οὐκ ἔξεστιν ἡμῖν ἀποκτεῖναι· τί γὰρ εἶπεν; ὦ Ἰουδαῖοι, ὅτι