ἐπιτίθεται τὸ κακόν. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ· ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευομένου γὰρ τοῦ ἑτέρου νόμου ἤτοι τοῦ τῆς ἁμαρτίας, οὐχ ὑφίσταται καὶ ἐπικουρεῖ καίτοι θέλοντι αὐτὸν καὶ ἡδομένῳ αὐτῷ, ἀλλ' ἀφίσταται καταλιμπάνων, καὶ μὴ δυνάμενος ἑαυτῷ ἀρκέσαι αἰχμάλωτος γίνομαι. εἴη δ' ἄν, εἰ συνταχθείη οὕτω, τῶν εἰρημένων σαφέστερον· εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ τὸ καλὸν ἤτοι τὸν νόμον, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Rο+m7,22-23 Τρεῖς εἰσι νόμοι· ὁ γραπτός, ὃν λέγει νόμον θεοῦ· ὁ ἔμφυτος, ὃν λέγει νόμον νοός· ὁ διὰ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἡμῶν ἰσχύσας, ὃν καὶ ἀντιστρατευόμενον λέγει καὶ ἐν τοῖς μέλεσιν ἔχειν τὴν ἰσχὺν τοῦ ἀντιστρατεύεσθαι. νόμον δὲ τοῦτον, ὡς ἰσχύοντα καὶ ἔχοντα τοὺς πειθομένους αὐτῷ φησιν. εἶτα οὗτος ὁ νόμος, φησίν, ὁ ἀπὸ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἐπεισελθών, ὁ ἀντιστρατευόμενος, αἰχμαλωτίζει με. ἀλλὰ πῶς; ἐπειδὴ γὰρ ἀντιστρατείαν εἶπεν, ἵνα μὴ νομίσῃς ὅτι δικαίως αἰχμαλωτίζει καὶ νόμῳ πολέμου, ἐπάγει καί φησιν· νόμῳ ἁμαρτίας. οὐ δικαίως φησίν μὴ γίνοιτο ποῖον γὰρ δίκαιον, τὸν ἀλλότριον δοῦλον καὶ ποίημα ὑφ' ἑαυτῇ ποιεῖν; ἀλλὰ πῶς; νόμῳ ἁμαρτίας, τοῦτ' ἔστι κατὰ τὸ ἰδίωμα τῆς ἁμαρτίας με αἰχμαλωτίζει, κατὰ τὸ οἰκεῖον ἔθος αὐτῆς, ἐξ ἀναισχυντίας, ἐκ πολλῆς ἰταμότητος, ἐξ ἐπιβουλῆς, ἐξ ἐνέδρας, οὐκ ἐκ τοῦ φανεροῦ ἀλλ' ἀπατῶσα, συναρπάζουσα. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν τὸ ὅλον ἐκείνης ἐστὶ τὸ αἰχμαλωτισθῆναί με, εἴπερ καὶ αἰχμαλωτίζει με, καὶ τῷ οἰκείῳ ἔθει με 509 αἰχμαλωτίζει, ἐνεδρεύουσα καὶ κρυφίως ἐπιτεθειμένη, προστίθησιν· ἐν τοῖς μέλεσίν μου, οἷον· ὅτι τὸ ἐγκαθιδρύσθαι αὐτὴν ἐν τούτοις ἐμόν ἐστι καὶ ἑξῆς. Rο+m8,2 Ὁ γὰρ νόμος τοῦ πνεύματος· ὁ εὐαγγελικός· οὗτος γὰρ κυρίως νόμος τοῦ πνεύματος. Rο+m8,3 Καὶ περὶ ἁμαρτίας διχῶς ἐστιν ἐκλαβεῖν· ἢ στίζοντας ἐνταῦθα, ἵνα ᾖ· ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν ἐν ὁμοιώματι τῆς ἁμαρτησάσης σαρκός, καὶ περὶ ἁμαρτίας δέ, τοῦτ' ἔστι ἕνεκεν τῆς ἁμαρτίας τοῦ ἐξᾶραι αὐτὴν καὶ ἐλευθερῶσαι ἡμᾶς ἀπὸ ταύτης. πῶς οὖν ἐξῆρεν; κατακρίνας αὐτήν· οὐ γὰρ ἁπλῶς ὡς ἐξουσιαστικῶς ἀλλ' ὑπὸ δίκην ἀγαγὼν αὐτὴν καὶ δείξας ἁλοῦσαν. πῶς οὖν ἑάλω καὶ ἥττηται; ἐν τῇ σαρκὶ αὐτοῦ· προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα ἑάλω καὶ ἥττηται. ἢ οὖν οὕτως ἐκληπτέον ἐνταῦθα στίζοντας, ἢ συνάπτοντας αὐτὸ τοῖς ἐφεξῆς, ἵνα ᾖ· καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν, τοῦτ' ἔστιν ὡς ὑπερβαλλόντως ἁμαρτήσασαν, οἷον ὡς διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐπιτελέσασαν, ὅπερ ἀνωτέρω ἔλεγεν· καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία. πῶς δὲ τοῦτο γέγονεν; καὶ πῶς κατεκρίθη; διὰ τῆς σαρκὸς αὐτοῦ, φησίν. Rο+m8,7 Καλῶς φησιν ὅτι τὸ φρόνημα τὸ σαρκικὸν τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· ἐν ὅσῳ μὲν γὰρ ἔστι, δηλονότι οὐχ ὑποτάσσεται, ἐν ὅσῳ δὲ παρέλθῃ καὶ ἀπογένηται τοῦ ἀνθρώπου, οὐδ' ὅλος ἔστιν, ὥστε οὐδ' οὕτως ὑποτάσσεται· πῶς γὰρ ἂν τὸ μὴ ὂν ἢ ἀντισταίη ἢ ὑποταγείη τινί; οὐδ' ὅλως ἄρα δύναται ὑποταγῆναι τῷ νόμῳ τοῦ θεοῦ. τίς οὖν ὑποτάσσεται; ὁ ἄνθρωπος ἐν ᾧ τὸ σαρκικὸν φρόνημα. ἀλλ' ἔτι μὲν τοῦ σαρκικοῦ παρόντος φρονήματος οὐδ' ἐκεῖνος, καταβληθέντος δὲ διὰ μετανοίας καὶ ὑποχωρήσαντος, τότε ἐκεῖνος ἀγαθοεργεῖ καὶ ὑποτάσσεται τῷ νόμῳ τοῦ θεοῦ. Rο+m8,9-10 Ὅρα πῶς φησιν· εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν, καὶ πάλιν· εἰ δὲ Χριστὸς ἐν ὑμῖν· ἔνθα γὰρ ἓν τῶν τῆς ἁγίας τριάδος 510 οἰκήσει, ἐκεῖ πάρεστιν ἡ τριάς. εἶτά φησιν· ἐπειδὴ Χριστὸς ἐν ὑμῖν, δηλονότι τὸ μὲν σῶμα νεκρὸν κατὰ τὴν ἁμαρτίαν· τοῦτο γὰρ δηλοῖ τὸ δι' ἁμαρτίαν· οὐ γὰρ ἂν ἐνῴκει Χριστός, εἰ μὴ κατὰ τὴν ἁμαρτίαν τὸ σῶμα νενέκρωτο. νεκρὸν οὖν τὸ σῶμα κατὰ τὴν ἁμαρτίαν. Rο+m8,15-17 Ἐλάβετε, φησί, πνεῦμα υἱοθεσίας. πόθεν δῆλον; πατέρα καλοῦμεν τὸν θεόν, φησίν, ἐν ᾧ κράζομεν· Ἀββᾶ ὁ πατήρ· ἐν αὐτῷ γὰρ τῷ τῆς υἱοθεσίας πνεύματι τὴν φωνὴν ταύτην ἠξιώμεθα προσάπτειν τῷ θεῷ καὶ πατέρα καλεῖν αὐτόν. καὶ πόθεν δῆλον ὅτι καλῶς καὶ ἀρεσκόντως τῷ θεῷ ταύτην αὐτῷ ἀναφέρομεν τὴν φωνήν; ὁ υἱὸς ἡμᾶς ἐδίδαξεν