ἐπιστροφὴ ὡς δι' ὁμοίων, ἀνόμοιον <ὄν>. τὸ μὲν γὰρ ὡς μερικῷ μερικὸν ὅμοιον, τὸ δὲ ὡς τῆς αὐτῆς ὂν σειρᾶς οἰκεῖον· ἐκεῖνο δὲ τὸ τῆς ὑπερκει μένης ὅλον κατ' ἀμφότερα ἀνόμοιον. 109 Πᾶς μερικὸς νοῦς μετέχει τῆς ὑπὲρ νοῦν καὶ πρωτίστης ἑνάδος διά τε τοῦ ὅλου νοῦ καὶ διὰ τῆς ὁμοταγοῦς αὐτῷ μερικῆς ἑνάδος· καὶ πᾶσα μερικὴ ψυχὴ τοῦ ὅλου μετέχει νοῦ διά τε τῆς ὅλης ψυχῆς καὶ τοῦ μερικοῦ νοῦ· καὶ πᾶσα σώματος μερικὴ φύσις διά τε τῆς ὅλης φύσεως καὶ μερικῆς ψυχῆς μετέχει τῆς ὅλης ψυχῆς. πᾶν γὰρ μερικὸν μετέχει τῆς ἐν τῇ ὑπερκειμένῃ τάξει μονά δος ἢ διὰ τῆς οἰκείας ὁλότητος ἢ διὰ τοῦ ἐν ἐκείνῃ μερικοῦ καὶ πρὸς αὐτὸ ὁμοταγοῦς. 110 Πάντων τῶν καθ' ἑκάστην σειρὰν διατεταγμένων τὰ μὲν πρῶτα καὶ τῇ ἑαυτῶν μονάδι συνημμένα μετέχειν δύναται τῶν ἐν τῇ ὑπερκειμένῃ σειρᾷ προσεχῶς ἱδρυμένων διὰ τῆς ἀναλογίας, τὰ δὲ ἀτελέστερα καὶ πολλοστὰ ἀπὸ τῆς οἰκείας ἀρχῆς οὐ πέφυκεν ἐκείνων ἀπολαύειν. διότι γὰρ τὰ μέν ἐστι συγγενῆ πρὸς ἐκεῖνα, φύσιν ἐν τῇ σφετέρᾳ τάξει λαχόντα κρείττονα καὶ θειοτέραν, τὰ δὲ πορρώ τερον προελήλυθε, δευτέραν καὶ ὑπηρετικὴν ἀλλ' οὐ πρωτουργὸν καὶ ἡγεμονικὴν ἐν τῇ σειρᾷ πάσῃ κεκληρωμένα πρόοδον, ἐξ ἀνάγκης τὰ μὲν ὁμοφυῶς συζεύγνυται τοῖς ἐκ τῆς ὑπερκειμένης τάξεως, τὰ δὲ ἀσύναπτά ἐστι πρὸς ἐκείνην. οὐ γὰρ ἅπαντα τῆς ἴσης ἐστὶν ἀξίας, κἂν ἐκ τῆς αὐτῆς ᾖ διακοσμήσεως· οὐδὲ γὰρ εἷς ὁ λόγος, ἀλλ' ὡς ἀφ' ἑνὸς καὶ πρὸς ἕν [πάντα πρόεισιν ἐκ τῆς οἰκείας μονάδος]. ὥστε οὐδὲ δύναμιν ἔλαχε τὴν αὐτήν, ἀλλὰ τὰ μὲν ὑποδέχεσθαι δύναται τὰς τῶν ὑπερκειμένων προσ εχῶς μεθέξεις, τὰ δὲ ἀνομοιούμενα ταῖς ἀπὸ τῶν ἀρχῶν ἐπὶ πλεῖστον προόδοις τῆς τοιαύτης παρῄρηται δυνάμεως. 111 Πάσης τῆς νοερᾶς σειρᾶς οἱ μέν εἰσι θεῖοι νόες ὑποδε ξάμενοι θεῶν μεθέξεις, οἱ δὲ νόες μόνον· καὶ πάσης τῆς ψυχικῆς αἱ μέν εἰσι νοεραὶ ψυχαὶ εἰς νοῦς ἀνηρτημέναι οἰκείους, αἱ δὲ ψυχαὶ μόνον· καὶ πάσης τῆς σωματικῆς φύσεως αἱ μὲν καὶ ψυχὰς ἔχουσιν ἐφεστώσας ἄνωθεν, αἱ δέ εἰσι φύσεις μόνον, τῆς τῶν ψυχῶν ἄμοιροι παρουσίας. ἑκάστης γὰρ σειρᾶς οὐχ ὅλον τὸ γένος εἰς τὸ πρὸ αὐτοῦ ἀνηρτῆσθαι πέφυκεν, ἀλλὰ τὸ ἐν αὐτῇ τελειότερον καὶ συμ φύεσθαι τοῖς ὑπερκειμένοις ἱκανόν. οὔτε οὖν πᾶς νοῦς θεοῦ ἐξῆπται, ἀλλ' οἱ ἀκρότατοι καὶ ἑνικώτατοι τῶν νόων (οὗτοι γὰρ ταῖς θείαις ἑνάσι συγγενεῖς)· οὔτε πᾶσαι ψυχαὶ μετέχουσι νοῦ τοῦ μεθεκτοῦ, ἀλλ' ὅσαι νοερώταται· οὔτε πᾶσαι σωματικαὶ φύσεις ἀπολαύουσι ψυχῆς παρούσης καὶ μετεχομένης, ἀλλ' αἱ τελειότεραι καὶ λογοειδέστεραι. καὶ οὗτος ἐπὶ πάντων ὁ λόγος τῆς ἀποδείξεως. 112 Πάσης τάξεως τὰ πρώτιστα μορφὴν ἔχει τῶν πρὸ αὐτῶν. τὰ γὰρ καθ' ἑκάστην ἀκρότατα γένη διὰ τὴν ὁμοιότητα συνάπτεται τοῖς ὑπερκειμένοις καὶ διὰ τὴν συνέχειαν τῆς προ όδου τῶν ὅλων· ὥστε οἷά πέρ ἐστιν ἐκεῖνα πρώτως, τοιαύτην ἔλαχε καὶ ταῦτα μορφήν, συγγενῆ πρὸς τὴν ἐκείνων φύσιν· καὶ φαίνεται εἶναι τοιαῦτα κατὰ τὴν ἰδιότητα τῆς ὑποστάσεως, οἷα τὰ πρὸ αὐτῶν. 113 Πᾶς ὁ θεῖος ἀριθμὸς ἑνιαῖός ἐστιν. εἰ γὰρ ὁ θεῖος ἀριθμὸς αἰτίαν ἔχει προηγουμένην τὸ ἕν, ὡς ὁ νοερὸς τὸν νοῦν καὶ ὁ ψυχικὸς τὴν ψυχήν, καὶ ἔστιν ἀνάλογον τὸ πλῆθος πανταχοῦ πρὸς τὴν αἰτίαν, δῆλον δὴ ὅτι καὶ ὁ θεῖος ἀριθμὸς ἑνιαῖός ἐστιν, εἴπερ τὸ ἓν θεός· τοῦτο δέ, εἴπερ τἀγαθὸν καὶ ἓν ταὐτόν· καὶ γὰρ τἀγαθὸν καὶ θεὸς ταὐτόν (οὗ γὰρ μηδέν ἐστιν ἐπέκεινα καὶ οὗ πάντα ἐφίεται, θεὸς τοῦτο· καὶ ἀφ' οὗ τὰ πάντα καὶ πρὸς ὅ, τοῦτο δὲ τἀγαθόν). εἰ ἄρα ἔστι πλῆθος θεῶν, ἑνιαῖόν ἐστι τὸ πλῆθος. ἀλλὰ μὴν ὅτι ἔστι, δῆλον, εἴπερ πᾶν αἴτιον ἀρχικὸν οἰκείου πλήθους ἡγεῖται καὶ ὁμοίου πρὸς αὐτὸ καὶ συγγενοῦς. 114 Πᾶς θεὸς ἑνάς ἐστιν αὐτοτελής, καὶ πᾶσα αὐτοτελὴς ἑνὰς θεός. εἰ γὰρ τῶν ἑνάδων διττὸς ὁ ἀριθμός, ὡς δέδεικται πρότερον, καὶ αἱ μὲν αὐτοτελεῖς εἰσιν αἱ δὲ ἐλλάμψεις ἀπ' ἐκείνων, τῷ δὲ ἑνὶ καὶ τἀγαθῷ συγγενὴς καὶ ὁμοφυὴς ὁ θεῖος ἀριθμός, ἑνάδες εἰσὶν αὐτοτελεῖς οἱ θεοί. καὶ ἔμπαλιν, εἰ ἔστιν αὐτοτελὴς ἑνάς, θεός ἐστι. καὶ γὰρ ὡς ἑνὰς τῷ ἑνὶ καὶ ὡς αὐτοτελὴς τἀγαθῷ συγγενεστάτη διαφε ρόντως ἐστί, καὶ κατ' ἄμφω τῆς θείας ἰδιότητος μετέχει, καὶ ἔστι θεός. εἰ δὲ ἦν ἑνὰς μὲν οὐκ αὐτοτελὴς δέ, ἢ αὐτοτελὴς