23
ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς." ∆ιόπερ κἀνταῦθά φησι· "Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν."
ΨΑΛΜΟΣ Ιʹ ΚΑΤΑ ΤΟΥΣ ΕΒΡΑΙΟΥΣ. αʹ, βʹ. "Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; ὑπερ ορᾷς ἐν εὐκαιρίαις, ἐν
θλίψεσιν; Ἐν τῷ ὑπερηφα νεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχὸς, συλλαμ βάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται." ∆ο κεῖς πόῤῥωθεν ἑστάναι, ∆έσποτα, καὶ μὴ ὁρᾷν τὰ ἀνθρώπεια, τοῖς ἀδικουμένοις οὐκ ἐπαμύνων· ὑπὸ δὲ τῆς ἀθυμίας, οἷόν τινος πυρὸς, οἱ ἀδικούμενοι κατατήκονται τῶν ἀδικούντων τὴν ἀλαζονείαν θεώ μενοι. Σφόδρα δὲ προσφυῶς τὸ ἐμπυρίζεται ἐπὶ τῶν ἀθυμούντων τέθεικεν· ἐμπιπραμένοις γὰρ οἱ ἀθυμοῦντες ἐοίκασι, καὶ οἷόν τινα καπνὸν διὰ στό ματος τὸν στεναγμὸν ἀναπέμπουσι. Βλάβη δὲ αὐτοῖς, φησὶν, ἀπὸ τῆς ἀθυμίας γενήσεται, λο γισμοῖς οὐκ εὐπρεπέσι χρωμένοις, ἀλλὰ περὶ τῆς σῆς διχονοοῦσι προνοίας. Τοῦτο γὰρ σημαίνει τὸ, "συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζον ται." Καὶ τὴν αἰτίαν διδάσκων ἐπήγαγεν· γʹ. "Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυ μίαις τῆς ψυχῆς αὑτοῦ, καὶ ὁ ἀδικῶν εὐλογεῖται." Μύρια γὰρ δεινὰ δρῶντες, καὶ ἐπαίνους παρὰ τῶν κολάκων καρποῦνται. δʹ. "Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλὸς κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὑτοῦ." Ἐνταῦθα ὑποστικτέον, εἶτα ἐπενεκτέον, "οὐκ ἐκζητήσει." Ἀντὶ τοῦ, παρώξυνε τὸν Κύριον λέγων, "Οὐκ ἐκζητήσει." Μα νίᾳ γὰρ καὶ λύττῃ χρώμενος, ὡς οὐδενὸς ἐφορῶν τος, εἰς πᾶσαν ἄττει παρανομίαν, οὐχ ἡγούμενος ἐκζητεῖν τὸν κριτὴν τὰ γινόμενα. Εἶτα τοῦτο σα φέστερον λέγει· εʹ. "Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ." [Ὁ ἄπι στος καὶ ὁ ἁμαρτωλὸς οὐδέποτε τίθεται πρὸ ὀφθαλ μῶν αὑτοῦ τὸν Θεόν· ἀλλ' ἑκάστης ἡμέρας καὶ ἐν παντὶ καιρῷ μιαίνει καὶ ῥυποῖ τὰς ὁδοὺς αὑτοῦ, μὴ πιστεύων ὅτι ἔστι κρίσις.] Τί δὲ τούτου τὸ αἴ τιον; "Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐ τοῦ." Παντελῶς τῶν σῶν νόμων καταφρονεῖ· πάντα καιρὸν εἰς παρανομίαν δαπανᾷ. [Σμικρύνει γὰρ καὶ εὐτελίζει τὰς ἐντολὰς τοῦ Θεοῦ ὁ ἄπιστος.] "Πάντων τῶν ἐχθρῶν αὑτοῦ κατακυριεύσει." Ἀλλ' ὅμως καὶ τοιαῦτα δρῶν κατευοδοῦται. Εἶτα τοῦ τύ φου τὴν ὑπερβολὴν ζωγραφεῖ. 80.933 ϛʹ. "Εἶπε γὰρ ἐν καρδίᾳ αὑτοῦ, Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ." Σαφέστερον τοῦτο ὁ Σύμμαχος ἡρμήνευσεν· "Οὐ περιτραπήσο μαι εἰς γενεὰν καὶ γενεὰν, οὔτε ἔσομαι ἐν κακώ σει." Καὶ ταύτῃ κέχρηται τῇ θρασύτητι· καὶ ἡγεῖ ται μηδὲν δεινὸν ὑποστήσεσθαι πάντα μετιὼν τῆς κακίας τὰ εἴδη. ζʹ. "Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πι κρίας, καὶ δόλου· ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος, καὶ πόνος." ∆όλους γὰρ ῥάπτει, καὶ τυρεύει κακὰ, καὶ βίον ἔχει τὰς κατὰ τῶν πενήτων ἐπιβουλάς. [Κό πος ἀνόνητος καὶ πόνος ἀκερδής· δίχα τούτου τὴν γλῶσσαν οὐ κινεῖ καὶ σαλεύει.] ηʹ. "Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον." Καὶ ἐν συλλόγοις δὲ, καὶ ἐν συνεδρίοις καθήμενος, ἐνέδρας τινὰς καὶ μηχανὰς τοῖς ἀναιτίοις κατασκευάζει. [Οἱ πλουτοῦντες τῇ ἀσεβείᾳ διαπαντὸς τῇ εἰρω νείᾳ ζῶσιν· ἐνεδρεύουσι γὰρ τοὺς ἀκάκους· ἄλλως τε καὶ οἱ πλούσιοι ἐνεδρεύουσι τοὺς πένητας. Ὁ διάβολος λεληθότως γὰρ τὸν Χριστὸν ἐζήτησεν ἀποκτεῖναι· ἀθῶος γὰρ ταῖς χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ μόνος ὁ Θεός.] θʹ, ιʹ. "Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀπο βλέπουσιν· ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὑτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκῦσαι αὐτόν. Ἐν τῇ παγίδι αὑτοῦ ταπεινώ σει αὐτόν." Καθάπερ ὁ λέων τῇδε κἀκεῖσε μεταφέ ρει τὸ ὄμμα θήραν ἐπιζητῶν· οὕτως οὗτος νύκτωρ καὶ μεθ' ἡμέραν ἁρπαγῆς καὶ πλεονεξίας ἐπινοεῖ μηχανάς· ἀλλ' ὅμως "κύψει καὶ πεσεῖται." [Ὡς ὁ λέων ἐν τῷ σπηλαίῳ ἀεὶ ἐνεδρεύει ἁρπάσαι, οὕτω καὶ ὁ διάβολος ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ὡς ἐν μάνδρᾳ ἐθήρευσε τὸν Χριστὸν, νομίσας αὐτὸν ψιλὸν ἄνθρωπον εἶναι.] "Ἐν τῷ αὐτὸν κατακυριεῦ σαι τῶν πενήτων." Ὅταν γὰρ πάντων περιγένηται, ἥκιστα διαφεύξεται