23
βρέφος δεχόμενος. Ἀλλὰ βεβήλοις μὲν ἀκοαῖς καὶ ἀπίστοις ψυχαῖς ταῦτα ἀπαράδεκτα ὡς ἄπιστα, καὶ μάλιστα τοῖς εἰκονομάχοις, τῇ δὲ σῇ εὐσεβείᾳ ἐναργῆ τὰ γνωρίσματά τε καὶ ὑποδείγματα πεφανέρωται. τί γὰρ τῷ θεῷ ἀδυνατεῖ παρέχειν τοῖς πιστεύουσιν; καὶ πῶς οὐχὶ ἐν τῇ εἰκόνι ὁ εἰκονιζόμενος ὁμωνύμως ὁρᾶταί τε καὶ εἶναι πιστεύεται; ἡ γὰρ τῆς εἰκόνος, φησὶν ὁ Μέγας Βασίλειος, τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ὥστε σαφῶς ὁ μάρτυς ἦν διὰ τῆς οἰκείας εἰκόνος τὸ βρέφος εἰσδεχόμενος, ἐφ' ὅσον οὕτω πεπίστευκας. ἀλλὰ τίς ἡ εὐδοξία τῆς μεγαλωσύνης σου ὅτι τηλικοῦτον, τὸ δὴ λεγόμενον, σύντεκνον προσεκτήσω, οὐ τὸν δεῖνα ἢ τὸν δεῖνα ἄρχοντα τυχὸν ἢ δυνάστην, εἴποι δ' ἂν οὐδ' αὐτὸν τὸν τὸ διάδημα περικείμενον· μείζων γὰρ καὶ ὑπέρτερος ὁ ἐξευρημένος. τῶν γὰρ μαρτύρων ὁ κράτιστος, τῶν θαυματουργῶν ὁ διαπρύσιος, τῶν φίλων Χριστοῦ ὁ γνήσιος, τῶν ἀγγέλων ὁ συμπολίτης, τοσαῦτα καὶ τηλικαῦτα καὶ δυνηθεὶς καὶ δυνάμενος ἐν τοῖς ὑπὸ τὸν οὐρανόν, ὥστε ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου γῆς τῇ σάλπιγγι τῶν θαυμάτων αὐτοῦ διαθρυλλεῖσθαι. Μακάριος ὄντως εἶ, ἄνερ εὐσεβέστατε, ὅτι τοιούτου τετύχηκας ἀναδόχου, τρισμακάριός σου καὶ ὁ γόνος, ἔχων τὸν δεξάμενον τηλικοῦτον τῷ κλέει καὶ δυνάμει. ἀλλ' ἴδοιμεν τὸν υἱόν σου καὶ ὁμώνυμον τοῦ Ἁγίου ∆ημητρίου, εἴπερ συγκατέρχῃ, ἵνα ὡς υἱὸν αὐτοῦ προσπτυξάμενοι τὰ εἰκότα μὲν προσφθεγξώμεθα καὶ ἡμεῖς ὡς ἁμαρτωλοί, ἔχωμεν δὲ τὸ διήγημα καὶ εἰς ἑτέρους παραπέμπειν· δεῖ γὰρ τὰ καλὰ μὴ σιωπᾶσθαι, ἀλλὰ προκεῖσθαι τοῖς ἄλλοις εἰς πίστεως εὐσεβοῦς ἐναργῆ ὑποδείγματα. 18 {1Σταυρακίῳ σπαθαρίῳ}1 Τὴν μὲν αἰτίαν τῆς ταπεινῆς ἀπουσίας ἡμῶν ἤδη εἴπομεν καὶ οὐ χρή τι πλέον ἀπολογεῖσθαι. πῶς δὲ ἀρξόμεθα, ἢ τίς δύναμις ἐξευρεθείη εἰς τὸ συμβὰν πάθος ταῖς τιμίαις ὑμῶν ψυχαῖς; καθάπερ γάρ τις ἰατρὸς ἐπὶ δυσιάτῳ νόσῳ ἐρχόμενος ἀμηχανίᾳ περιίσταται ὅπως ἐπιβάλῃ τὴν ἐγχείρησιν, οὕτως ἰλιγγιῶμεν, πῶς τὸν παρακλητικὸν λόγον ἐπὶ τῷ βαρυτάτῳ ὑμῶν πάθει προσενέγκασθαι. ὢ τῆς συμφορᾶς, ὢ τῆς συμβάσεως· ᾤχετο ὑμῖν παῖς καλὸς καὶ ὡραῖος, αὐτὸς ὁ τὰς πρώτας μητρικὰς ὠδῖνας διαλύσας, δι' οὗ ὑμῖν τὸ τῶν γονέων ὄνομα κεχρημάτικεν, ἡ ἀρχὴ τῆς διαδοχῆς τοῦ γένους, ἡ ῥίζα τῆς τεκνοποιίας, ὁ ὅρπηξ τῆς λογικῆς βλαστοφορίας, τὸ οἱονεὶ πρωτοφυὲς ῥόδον τῆς πατρικῆς καρποφορίας. καὶ τί ἄν εἴποιμι παριστῶν τὸ τοῦ γόνου κάλλος; ἢ ὅτι τὸ παιδίον ηὔξανεν καὶ προέκοπτεν ἡλικίᾳ καὶ συνέσει καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτῷ, ὅσον ἐκ μικροῦ καὶ ἡμεῖς πεπειράμεθα; πῶς τοίνυν τὸ τοιοῦτον καὶ τηλικοῦτον, ἐκτμηθὲν τῇ θανατικῇ μαχαίρᾳ ἐξ αὐτῆς εἰπεῖν τῆς ὀσφύος ὑμῶν, οὐ κατεργάσειεν ἂν ἀπαραμύθητον ἄλγος ἐν ταῖς καρδίαις ὑμῶν; ἢ τίς οὐ συμποτνιάσειεν καὶ συναλγυνθήσεται ἐπὶ τῷ τεμνομένῳ διὰ ξίφους κατά τι τῶν ὑπαρχόντων αὐτῷ μελῶν ὡς ἐφ' ὑμῖν; στενάξειεν δ' ἂν εἰκότως καὶ πατέρες, τοιούτου καλλίστου παιδὸς ἀποβολὴν θεώμενοι, θρηνήσειεν δ' ἂν καὶ μητέρες, τηλικούτου ὡραίου σπλάγχνου ἐκτομὴν προσβλέπουσαι. τέτμηται γὰρ ἀληθῶς μέλος ὑμῶν, ἐκκέκοπται σὰρξ ὑμῶν· τὸ ὀδυνηρὸν πολύ, τὸ θεραπευτικὸν φάρμακον δυσεξεύρητον. κατήφεια ἐπὶ τῆς οἰκίας, ὀδύνη ἐπὶ τοὺς οἰκέτας, λύπη ἐπὶ τοὺς συγγενεῖς, μᾶλλον δὲ πρὸ τούτων ἐπὶ τὸν προπάτορα κύριον πατρίκιον καὶ τὴν προμήτορα κυρίαν πρωτοσπαθαρέαν. πάντοθεν δεινὰ καὶ περίλυπα. Ἀλλὰ δεῦρό μοι, ἄνερ χρηστέ, ὁ πολὺς ἐν συνέσει, ὁ σοφὸς ἐν φρονήσει, ὁ πλείστην συνειληχὼς ἐκ πολλῶν τῶν χρόνων τὴν γνῶσιν, σαυτὸν θεράπευσον, σαυτὸν ἴασαι. ἐπίβαλέ σου, παρακαλῶ, τὸν ὀφθαλμὸν τῆς διανοίας εἰς τὴν τῆς κτίσεως θεωρίαν, ἔμβλεψον εἰς ἀρχαίας γενεὰς ἀπ' αὐτοῦ τοῦ προπάτορος ἡμῶν Ἀδὰμ καὶ ἴδε καὶ γνῶθι, τίς ἐνέμεινεν τῷ αἰῶνι τούτῳ εἰς φῶς ἐλθών, ἀλλ' οὐχὶ δίκην ἀνατέλλοντος χόρτου θᾶττον ἐξήνθησεν καὶ ἀπεξηράνθη διὰ θανάτου, ἢ ὡς ἐν ῥεύματι ποταμιαίῳ, ὅτι τὸ μὲν ὑπεξῆλθεν, τὸ δὲ ἀντεισῆλθεν, τοῦ κατὰ διαδοχὴν γένους μὴ ἱσταμένου, ἀλλὰ παρατρέχοντος καθ'