23
ἔθει εὐχαριστήριον ἀνέστησεν. τοῦτον κατενεχθῆναι προσέταξεν ὁ δυσσεβὴς Ἰουλιανός· ὃ καὶ γέγονεν, κατ' ἐμπαιγμὸν δῆθεν συράντων Ἑλλήνων τὸν ἀνδριάντα καὶ ἀντ' αὐτοῦ ξόανον ὀνόματι Ἰουλιανοῦ στησάντων. τοῦτον δὲ Χριστιανοὶ λαβόντες τὸν ἀνδριάντα εἰς ἐκκλησίαν ἀπέθεντο. τὸ δὲ τοῦ παραβάτου ξόανον κατελθὸν πῦρ ἐκ τοῦ οὐρανοῦ κατέφλεξεν. βοτάνη δὲ ἐφύετο ὑπὸ τὴν βάσιν τοῦ ἀνδριάντος πάσης νόσου ἀλεξητήριος, ἥτις καὶ πρὸς φθόνον ἐκίνησε τὸν ἀποστάτην Ἰουλιανὸν καταστρέψαι τὸν τοῦ κυρίου ἀνδριάντα. ἐν Νικοπόλει τῆς Παλαιστίνης, τῇ λεγομένῃ τὸ πρὶν Ἐμμαούς, πηγή ἐστι παντοίων παθῶν ἀνθρώπων τε καὶ ἀλόγων ἰάσεις παρέχουσα· ἐν αὐτῇ γάρ φασι τὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν τοὺς πόδας ἀπονίψασθαι ἐξ ὁδοιπορίας· καὶ ταύτην καταχωσθῆναι ἐπέτρεψεν. ἐν Ἑρμουπόλει τῆς Θηβαΐδος δένδρον ἵσταται περσέα. ταύτης φύλλον ἢ κάρφος εἰ λάβοι τις, πρὸς πᾶσαν ἀνθρώπων ἐστὶν ἴασιν. φασὶ δέ, ὅτι, ἡνίκα ὁ κύριος εἰς Αἴγυπτον ἔφυγε τὸν Ἡρώδην σὺν τῇ θεοτόκῳ καὶ τῷ Ἰωσὴφ κατὰ τὸν τόπον ἐκεῖνον γενόμενος, κλιθὲν τὸ δένδρον ἐπὶ τὴν γῆν προσεκύνησεν αὐτῷ καὶ μέχρι τοῦ νῦν σώζει τὸ σχῆμα τῆς προσκυνήσεως. Ἰουλιανὸς δὲ διάγων ἐν Ἀντιοχείᾳ καὶ συνεχῶς ἐν ∆άφνῃ ἀνιὼν καὶ τὸ τοῦ Ἀπόλλωνος θεραπεύων εἴδωλον οὐδεμιᾶς ἀποκρίσεως, ὡς ᾤετο, ἐτύγχανεν ὑπὸ τοῦ εἰδώλου. νοήσας δέ, ὅτι διὰ τὰ ἀποκείμενα ἐν τῇ ∆άφνῃ λείψανα τοῦ ἁγίου μάρτυρος Βαβυλᾶ ἀποσιωπᾷ τὸ εἴδωλον, 50 δόγμα ἐξέπεμψε πάντα τὰ ἀποκείμενα ἐκεῖ τῶν νεκρῶν λείψανα μετατεθῆναι σὺν τοῖς τοῦ μάρτυρος· καὶ τούτου γενομένου ἀθρόως τῇ νυκτὶ κατεφλέχθη οὐρανόθεν ὁ ναός, τὸ δὲ εἴδωλον οὕτω κατεκάη, ὥστε μηδὲ ἴχνος αὐτοῦ φανῆναι, (ἐλέγετο δὲ πρὸ ἐτῶν ἑστηκέναι), ὁ δὲ ναὸς οὕτω κατεριπώθη, ὥστε τοὺς μετέπειτα ὁρᾷ τὴν τούτου τέφρωσιν καὶ ἐπὶ τῷ παραδόξῳ ἐκθαμβεῖσθαι τῆς τοῦ θεοῦ παραδοξοποιΐας. ἐπὶ τούτῳ ἔκθαμβος γενόμενος Ἰουλιανός, ὑπονοήσας κατ' ἐπιβουλὴν τῶν Χριστιανῶν τοῦτο γενέσθαι, ἐπὶ ἐξέτασιν τῶν παραμενόντων ἱερέων ἐχώρει, καὶ παντοίαις βασάνοις αὐτοὺς ὑποβαλών, ὡς καὶ ἀποθανεῖν ἐξ αὐτῶν, τοῦτο μόνον ἤκουσε παρ' αὐτῶν, ὅτι οὔτε ὑπὸ Χριστιανῶν, οὔτε ἀπὸ ἀνθρωπίνης ἐπιβουλῆς τοῦτο γέγονεν, ἀλλ' ἐκ τοῦ οὐρανοῦ πῦρ κατελθὸν ἐνέπρησε τὸν ναὸν καὶ τὰ ἀγάλματα· ὡς καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τισὶ φανῆναι ἐν τῇ ἀγροικίᾳ τὸ πῦρ καταφερόμενον. θυμωθεὶς οὖν ὁ βασιλεὺς καὶ ὥσπερ τῷ θεῷ μαχόμενος τὴν μεγάλην ἐκκλησίαν ἀπέκλεισε καὶ πάντα τὰ ἱερὰ ἐδήμευσεν. τῶν δὲ ἀποσταλέντων ἐπὶ τούτῳ κομήτων δύο, Φίλικος καὶ Ἰουλιανοῦ ἀποστατῶν, ἔλεγον ταῦτα· "ἐνομίζομεν ἐποπτικήν τινα εἶναι δύναμιν τὴν ὀφείλουσαν ἡμᾶς κωλῦσαι." ὁ δὲ Φίλιξ· "ἴδε εἰς ποταπὰ σκεύη ὑπηρετεῖτο ὁ υἱὸς Μαρίας." καὶ μετ' ὀλίγον ὁ μὲν Φίλιξ ἀθρόως διὰ στόματος αἷμα ἀναγαγών, βασανιζόμενος κατέστρεψε τὸν βίον· Ἰουλιανὸς δὲ ὁ κόμης κατ' αὐτὴν τὴν ἡμέρα νόσῳ χαλεπωτάτῃ περιπεσών, ὡς καὶ τὰ ἐντὸς αὐτοῦ διαφθαρῆναι καὶ κόπρον διὰ στόματος ἀναγαγεῖν, βασανιζόμενος ἀπέθανεν. Κόσμου ἔτη εωνεʹ. Τῆς θείας σαρκώσεως ἔτη τνεʹ. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς ἔτη γʹ. γʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. ξαʹ. Ῥώμης ἐπίσκοπος ∆άμασος ἔτη κηʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Εὐδόξιος ἔτη ιʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἱλάριος ἔτη ιβʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. λζʹ. Ἀντιοχείας ἐπίσκοπος Λεόντιος ἔτη ηʹ. εʹ. Τούτῳ τῷ ἔτει τινὲς ἠπατήθησαν τῶν ἐν στρατείαις ἐξεταζομένων πρὸς ἀποστασίαν, οἱ μὲν ἐπαγγελίαις δόσεων καὶ ἀξιωμάτων, οἱ δὲ καὶ ἀνάγκαις ἐπιτιθεμέναις ὑπὸ τῶν ἰδίων ἀρχόντων. καὶ Θεότεκνος πρεσβύτερος ἐν προαστείῳ Ἀντιοχείας ἐκκλησίαν πεπιστευ51 μένος ἐξ ὑποσχέσεως ἀπατηθεὶς αὐτομάτως ἐπὶ τὴν εἰδωλολατρείαν ἐχώρησεν· ὃν ὁ θεὸς ἐτιμωρήσατο παραχρῆμα. σκωληκόβρωτος γὰρ γενόμενος καὶ τὰς ὄψεις ἀποβαλών, τὴν γλῶσσαν ἐσθίων ἀπέθανεν. καὶ Ἥρων, ἐπίσκοπος τῆς Θηβαΐδος, αὐτομάτως ἀπεστάτησεν ἐν τῇ Ἀντιοχέων πόλει, ὃν ὁ θεὸς παρευθὺ εἰς