ΤOΥ AΥΤOΥ ΠEΡI AΝAΣΤAΣEΩΣ ΝEΚΡΩΝ

 τατον ὅτι ταῦτα πάσχουσιν οὐδ' ἡντιναοῦν ἔχοντες ἐκ τῶν πραγμάτων ἀπιστίας ἀφορμὴν οὐδ' αἰτίαν εὑρίσκοντες εἰπεῖν εὔλογον, δι' ἣν ἀπιστοῦσιν ἢ διαπορο

 Τὸ ἀδύνατόν τινι γινώσκεται κατ' ἀλήθειαν τοιοῦτον ἢ ἐκ τοῦ μὴ γινώσκειν τὸ γενησόμενον ἢ ἐκ τοῦ δύναμιν ἀρκοῦσαν μὴ ἔχειν πρὸς τὸ ποιῆσαι καλῶς τὸ ἐγ

 Καὶ μὴν καὶ τὴν δύναμιν ὡς ἔστιν ἀρκοῦσα πρὸς τὴν τῶν σωμάτων ἀνάστασιν, δείκνυσιν ἡ τούτων αὐτῶν γένεσις. εἰ γὰρ μὴ ὄντα κατὰ τὴν πρώτην σύστασιν ἐπο

 Oὗτοι δέ γέ φασιν πολλὰ μὲν σώματα τῶν ἐν ναυαγίοις ἢ ποταμοῖς δυσθανάτων ἰχθύσιν γενέσθαι τροφήν, πολλὰ δὲ τῶν ἐν πολέμοις θνῃσκόντων ἢ κατ' ἄλλην τι

 Ἐμοὶ δὲ δοκοῦσιν οἱ τοιοῦτοι πρῶτον μὲν τὴν τοῦ δημιουργήσαντος καὶ διοικοῦντος τόδε τὸ πᾶν ἀγνοεῖν δύναμίν τε καὶ σοφίαν, ἑκάστου ζῴου φύσει καὶ γένε

 Πολλῆς οὖν οὔσης ἐν πᾶσι τοῖς ζῴοις τῆς φυσικῆς διαφορᾶς καὶ αὐτῆς γε τῆς κατὰ φύσιν τροφῆς ἑκάστῳ γένει ζῴων καὶ τῷ τρεφομένῳ σώματι συνεξαλλαττομένη

 Ὅλως δὲ κἂν συγχωρήσῃ τις τὴν ἐκ τούτων εἰσιοῦσαν τροφὴν (προσειρήσθω δὲ τοῦτο συνηθέστερον), καίπερ οὖσαν παρὰ φύσιν, διακρίνεσθαι καὶ μεταβάλλειν εἰ

 Καὶ τί δεῖ λέγειν περὶ τῶν μηδενὶ ζῴῳ πρὸς τροφὴν ἀποκληρωθέντων σωμάτων μόνην δὲ τὴν εἰς γῆν ταφὴν ἐπὶ τιμῇ τῆς φύσεως μεμοιραμένων, ὅπου γε μηδ' ἄλλ

 Πολλῶν δὲ ὄντων τῶν εἰς τὴν προκειμένην ἐξέτασιν χρησιμωτέρων, παραιτοῦμαι δὴ νῦν τοὺς καταφεύγοντας ἐπὶ τὰ τῶν ἀνθρώπων ἔργα καὶ τοὺς τούτων δημιουργ

 Τὸ γὰρ ἀβούλητον ἢ ὡς ἄδικον αὐτῷ ἐστιν ἀβούλητον ἢ ὡς ἀνάξιον. καὶ πάλιν τὸ ἄδικον ἢ περὶ αὐτὸν θεωρεῖται τὸν ἀναστησόμενον ἢ περὶ ἄλλον τινὰ παρ' αὐ

 Eἰ δὲ διὰ τῶν κατὰ φύσιν πρώτων καὶ τῶν τούτοις ἑπομένων δέδεικται τῶν ἐξητασμένων ἕκαστον, εὔδηλον ὅτι καὶ δυνατὸν καὶ βουλητὸν καὶ ἄξιον τοῦ δημιουρ

 Ἔστι δὲ ὁ μὲν ἀπὸ τῆς αἰτίας λόγος, ἐὰν ἐπισκοπῶμεν πότερον ἁπλῶς καὶ μάτην γέγονεν ἄνθρωπος ἢ τινὸς ἕνεκεν· εἰ δὲ τινὸς ἕνεκεν, πότερον ἐπὶ τῷ γενόμε

 Ἐπὶ δὲ τούτοις τεθαρρηκότες οὐ μεῖον ἢ τοῖς ἤδη γενομένοις καὶ τὴν ἑαυτῶν ἐπισκοποῦντες φύσιν, τήν τε μετ' ἐνδείας καὶ φθορᾶς ζωὴν στέργομεν ὡς τῷ παρ

 Ἡ τῶν τῆς ἀληθείας δογμάτων ἢ τῶν ὁπωσοῦν εἰς ἐξέτασιν προβαλλομένων ἀπόδειξις τὴν ἀπλανῆ τοῖς λεγομένοις ἐπιφέρουσα πίστιν οὐκ ἔξωθέν ποθεν ἔχει τὴν

 Ἀρκούσης δὲ καὶ μόνης τῆς ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων θεωρουμένης αἰτίας δεῖξαι τὴν ἀνάστασιν κατὰ φυσικὴν ἀκολουθίαν ἑπομένην τοῖς διαλυθεῖσι σώμασιν

 Ξενιζέσθω δὲ μηδεὶς εἰ τὴν θανάτῳ καὶ φθορᾷ διακοπτομένην ζωὴν ὀνομάζομεν διαμονήν, λογιζόμενος ὡς οὐχ εἷς τοῦ προσρήματος ὁ λόγος, οὐχ ἓν τῆς διαμονῆ

 αὕτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις ἄνωθεν καὶ κατὰ γνώμην τοῦ ποιήσαντος συγκεκληρωμένην ἔχουσα τὴν ἀνωμαλίαν, ἀνώμαλον ἔχει τὴν ζωὴν καὶ τὴν διαμονὴν, ποτ

 Τῶν πρῴην ἡμῖν εἰς ἐξέτασιν προτεθέντων λόγων καὶ τὴν ἀνάστασιν πιστουμένων πάντες μέν εἰσιν ὁμογενεῖς, ὡς ἐκ τῆς αὐτῆς φύντες ἀρχῆς· ἀρχὴ γὰρ αὐτοῖς

 Πρὸς μὲν οὖν τοὺς ὁμολογοῦντας τὴν πρόνοιαν καὶ τὰς αὐτὰς ἡμῖν παραδεξαμένους ἀρχάς, εἶτα τῶν οἰκείων ὑποθέσεων οὐκ οἶδ' ὅπως ἐκπίπτοντας, τοιούτοις χ

 Ἤτοι γὰρ παντελής ἐστι σβέσις τῆς ζωῆς ὁ θάνατος συνδιαλυομένης τῷ σώματι τῆς ψυχῆς καὶ συνδιαφθειρομένης, ἢ μένει μὲν ἡ ψυχὴ καθ' ἑαυτὴν ἄλυτος ἀσκέδ

 Κατορθωμάτων τε γὰρ τιμωμένων, ἀδικηθήσεται τὸ σῶμα σαφῶς ἐκ τοῦ κοινωνῆσαι μὲν τῇ ψυχῇ τῶν ἐπὶ τοῖς σπουδαζομένοις πόνων, μὴ κοινωνῆσαι δὲ τῆς ἐπὶ το

 Πρὸς δὲ τοῖς εἰρημένοις πῶς οὐκ ἄτοπον τὴν μὲν ἀρετὴν καὶ τὴν κακίαν μηδὲ νοηθῆναι δύνασθαι χωρὶς ἐπὶ τῆς ψυχῆς (ἀνθρώπου γὰρ ἀρετὰς εἶναι γινώσκομεν

 Καὶ μὴν κἀκεῖνο πάντων παραλογώτατον, τὸ τοὺς μὲν θεσπισθέντας νόμους ἐπ' ἀνθρώπους φέρειν, τῶν δὲ νομίμως ἢ παρανόμως πεπραγμένων τὴν δίκην ἐπὶ μόνας

 Ἐξητασμένων δὲ ποσῶς τῶν προτεθέντων ὑπόλοιπον ἂν εἴη καὶ τὸν ἀπὸ τοῦ τέλους διασκέψασθαι λόγον, ἤδη μὲν τοῖς εἰρημένοις ἐμφαινόμενον, τοσαύτης δὲ μόν

 οὐ μὴν οὐδὲ μακαριότης ψυχῆς κεχωρισμένης σώματος· οὐδὲ γὰρ τὴν θατέρου τούτων ἐξ ὧν συνέστηκεν ἄνθρωπος ἐσκοποῦμεν ζωὴν ἢ τέλος, ἀλλὰ τοῦ συνεστῶτος

Chapter XXII.—Continuation of the Argument.

In addition to what has been said, is it not absurd that, while we cannot even have the notion of virtue and vice as existing separately in the soul (for we recognise the virtues as man’s virtues, even as in like manner vice, their opposite, as not belonging to the soul in separation from the body, and existing by itself), yet that the reward or punishment for these should be assigned to the soul alone? How can any one have even the notion of courage or fortitude as existing in the soul alone, when it has no fear of death, or wounds, or maiming, or loss, or maltreatment, or of the pain connected with these, or the suffering resulting from them? And what shall we say of self-control and temperance, when there is no desire drawing it to food or sexual intercourse, or other pleasures and enjoyments, nor any other thing soliciting it from within or exciting it from without? And what of practical wisdom, when things are not proposed to it which may or may not be done, nor things to be chosen or avoided, or rather when there is in it no motion at all or natural impulse towards the doing of anything? And how in any sense can equity be an attribute of souls, either in reference to one another or to anything else, whether of the same or of a different kind, when they are not able from any source, or by any means, or in any way, to bestow that which is equal according to merit or according to analogy, with the exception of the honour rendered to God, and, moreover, have no impulse or motion towards the use of their own things, or abstinence from those of others, since the use of those things which are according to nature, or the abstinence from them, is considered in reference to those who are so constituted as to use them, whereas the soul neither wants anything, nor is so constituted as to use any things or any single thing, and therefore what is called the independent action of the parts cannot be found in the soul so constituted?

Πρὸς δὲ τοῖς εἰρημένοις πῶς οὐκ ἄτοπον τὴν μὲν ἀρετὴν καὶ τὴν κακίαν μηδὲ νοηθῆναι δύνασθαι χωρὶς ἐπὶ τῆς ψυχῆς (ἀνθρώπου γὰρ ἀρετὰς εἶναι γινώσκομεν τὰς ἀρετὰς, ὥσπερ οὖν καὶ τὴν ταύταις ἀντικειμένην κακίαν οὐ ψυχῆς κεχωρισμένης τοῦ σώματος καὶ καθ' ἑαυτὴν οὔσης), τὴν δὲ ἐπὶ τούτοις τιμὴν ἢ τιμωρίαν ἐπὶ μόνης φέρεσθαι τῆς ψυχῆς; ἢ πῶς ἄν τις καὶ νοήσειεν ἐπὶ ψυχῆς μόνης ἀνδρείαν ἢ καρτερίαν, οὐκ ἐχούσης οὐ θανάτου φόβον οὐ τραύματος οὐ πηρώσεως οὐ ζημίας οὐκ αἰκίας οὐ τῶν ἐπὶ τούτοις ἀλγημάτων ἢ τῆς ἐκ τούτων κακοπαθείας; πῶς δὲ ἐγκράτειαν καὶ σωφροσύνην, οὐδεμιᾶς ἑλκούσης αὐτὴν ἐπιθυμίας πρὸς τροφὴν ἢ μῖξιν ἢ τὰς ἄλλας ἡδονάς τε καὶ τέρψεις οὐδ' ἄλλου τινὸς οὔτ' ἔσωθεν ἐνοχλοῦντος οὔτ' ἔξωθεν ἐρεθίζοντος; πῶς δὲ φρόνησιν, οὐχ ὑποκειμένων αὐτῇ πρακτέων καὶ μὴ πρακτέων οὐδ' αἱρετῶν καὶ φευκτῶν, μᾶλλον δὲ μηδεμιᾶς ἐνούσης αὐτῇ κινήσεως τὸ παράπαν ἢ φυσικῆς ὁρμῆς ἐπί τι τῶν πρακτέων; ποῦ δὲ ὅλως ψυχαῖς ἡ πρὸς ἀλλήλας δικαιοσύνη προσφυὴς ἢ πρὸς ἄλλο τι τῶν ὁμογενῶν ἢ τῶν ἑτερογενῶν, οὐκ ἐχούσαις οὔτε πόθεν οὔτε δι' ὧν οὔτε πῶς ἀπονείμωσι τὸ κατ' ἀξίαν ἢ κατ' ἀναλογίαν ἴσον ἐξῃρημένης τῆς εἰς θεὸν τιμῆς, οὐδ' ἄλλως ἐχούσαις ὁρμὴν ἢ κίνησιν πρὸς χρῆσιν ἰδίων ἢ πρὸς ἀποχὴν ἀλλοτρίων, τῆς μὲν χρήσεως τῶν κατὰ φύσιν καὶ τῆς ἀποχῆς ἐπὶ τῶν χρῆσθαι πεφυκότων θεωρουμένης, τῆς δὲ ψυχῆς μήτε δεομένης τινὸς μήτε χρῆσθαι τισὶν ἢ τινὶ πεφυκυίας καὶ διὰ τοῦτο μηδὲ τῆς λεγομένης ἰδιοπραγίας τῶν μερῶν ἐπὶ τῆς οὕτως ἐχούσης ψυχῆς εὑρεθῆναι δυναμένης;