24
καὶ πλημμελησάντων καθ' ὑμῶν καὶ κατὰ τῶν ἄλλων ἐκκλησιῶν, γνώσεσθε ἐκ τῶν ὑπο τεταγμένων. ἀπεστείλαμεν γὰρ ὑμῖν, ἵνα καὶ ἡ ὑμετέρα θεοσέβεια σύμψηφος τοῖς παρ' ἡμῶν ὁρισθεῖσι γένηται καὶ ἐκ τούτων γνῶτε ὅτι ἡ καθολικὴ ἐκκλησία οὐ παρορᾷ τοὺς εἰς αὐτὴν πλημμελοῦντας.]
41.1 Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα τοῖς κατ' Αἴγυπτον καὶ Λιβύην ἐπισκόποις καὶ συλλειτουργοῖς, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν. Καὶ πρὶν μὲν λαβεῖν τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν ... καὶ διὰ τὸ εἶναι αὐτὴν ἴσην κατὰ πάντα τῆς πρὸ αὐτῆς ἤτοι τῆς πρὸς τὴν ἐκκλησίαν Ἀλεξανδρείας πλὴν τῶν πρὸς τὸ τέλος σεσημιωμένων κατελείφθη ἄγραφος διὰ τὸ μὴ δευτερωθῆναι καὶ τὴν σπουδὴν καὶ τὰ χάρτα Ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν ἐν Σαρδικῇ συναχθεῖσα τοῖς ἁπανταχοῦ ἐπι σκόποις καὶ συλλειτουργοῖς τῆς καθολικῆς ἐκκλησίας, ἀγαπητοῖς ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν.
42.2 Πολλὰ μὲν καὶ πολλάκις ἐτόλμησαν οἱ Ἀρειομανίται κατὰ τῶν δούλων τοῦ θεοῦ τῶν τὴν πίστιν φυλαττόντων τὴν ὀρθήν· νόθον γὰρ ὑποβάλλοντες διδασκαλίαν τοὺς ὀρθοδόξους ἐλαύνειν ἐπειράθησαν· τοσοῦτον δὲ λοιπὸν κατεπανέστησαν κατὰ τῆς 42.3 πίστεως, ὡς μηδὲ τὴν εὐσέβειαν τῶν εὐσεβεστάτων βασιλέων λαθεῖν. τοιγαροῦν τῆς χάριτος τοῦ θεοῦ συνεργούσης καὶ αὐτοὶ οἱ εὐσεβέστατοι βασιλεῖς συνήγαγον ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων καὶ τὴν ἁγίαν ταύτην σύνοδον ἐν τῇ Σερδῶν πόλει γενέσθαι δεδώκασιν, ἵνα πᾶσα μὲν διχόνοια περιαιρεθῇ, πάσης δὲ κακοπιστίας ἐξελαθείσης 42.4 ἡ εἰς Χριστὸν εὐσέβεια μόνη παρὰ πάντων φυλάττηται. ἦλθον γὰρ καὶ οἱ ἀπὸ τῆς Ἑῴας ἐπίσκοποι προτραπέντες καὶ αὐτοὶ παρὰ τῶν εὐσεβεστάτων βασιλέων, μάλιστα δι' ἅπερ ἐθρύλουν πολλάκις περὶ τῶν ἀγαπητῶν ἀδελφῶν ἡμῶν καὶ συλλειτουργῶν Ἀθανασίου ἐπισκόπου τῆς Ἀλεξανδρείας καὶ Μαρκέλλου ἐπισκόπου τῆς Ἀγκυρογαλατίας. ἴσως γὰρ καὶ εἰς ὑμᾶς ἔφθασαν αὐτῶν αἱ διαβολαί, ἴσως καὶ τὰς ὑμετέρας ἀκοὰς ἐπεχείρησαν παρασαλεῦσαι, ἵνα κατὰ μὲν τῶν ἀθώων ἃ λέγουσι πιστεύσητε, τὴν δὲ τῆς μοχθηρᾶς αὐτῶν αἱρέσεως ὑπόνοιαν ἐπικρύψωσιν. ἀλλ' οὐκ ἐπὶ πολὺ ταῦτα ποιεῖν 42.5 συνεχωρήθησαν. ἔστι γὰρ ὁ προιστάμενος τῶν ἐκκλησιῶν κύριος ὁ ὑπὲρ τούτων καὶ πάντων ἡμῶν θάνατον ὑπομείνας καὶ δι' ἑαυτοῦ τὴν εἰς οὐρανὸν ἄνοδον πᾶσιν ἡμῖν δεδωκώς. πάλαι μὲν οὖν γραψάντων τῶν περὶ Εὐσέβιον Ἰουλίῳ τῷ συλλειτουργῷ ἡμῶν τῷ τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκόπῳ κατὰ τῶν προειρημένων συλλειτουργῶν ἡμῶν, λέγομεν δὴ Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ, ἔγραψαν καὶ οἱ ἀπὸ τῶν ἄλλων μερῶν ἐπίσκοποι μαρτυροῦντες μὲν τῇ καθαρότητι τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου, τὰ δὲ παρὰ τῶν περὶ Εὐσέβιον γενόμενα μηδὲν ἕτερον ἢ ψευδῆ καὶ συκοφαντίας εἶναι 42.6 μεστά. καὶ εἰ καὶ τὰ μάλιστα ἐκ τοῦ κληθέντας αὐτοὺς παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν καὶ συλλειτουργοῦ Ἰουλίου μὴ ἀπαντῆσαι, καὶ ἐκ τῶν γραφέντων παρὰ τοῦ αὐτοῦ Ἰουλίου φανερὰ τούτων ἡ συκοφαντία πέφηνεν (ἦλθον γὰρ ἄν, εἴπερ ἐθάρρουν οἷς ἔπραξαν καὶ πεποιήκασι κατὰ τῶν συλλειτουργῶν ἡμῶν), ὅμως καὶ ἐξ ὧν πεποιήκασιν ἐν ταύτῃ τῇ 42.7 ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ φανερωτέραν τὴν ἑαυτῶν συσκευὴν ἀπέδειξαν. ἀπαντή σαντες γὰρ εἰς τὴν Σερδῶν πόλιν, ἰδόντες τοὺς ἀδελφοὺς ἡμῶν Ἀθανάσιον καὶ Μάρ κελλον καὶ Ἀσκληπᾶν καὶ τοὺς ἄλλους ἐφοβήθησαν εἰς κρίσιν ἐλθεῖν, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πολλάκις κληθέντες οὐκ ἐπήκουσαν ταῖς κλήσεσι, καίτοι πάντων ἡμῶν τῶν συνελθόντων ἐπισκόπων καὶ μάλιστα τοῦ εὐγηροτάτου Ὁσίου τοῦ καὶ διὰ τὸν χρόνον καὶ τὴν ὁμολογίαν καὶ διὰ τὸ τοσοῦτον κάματον ὑπομεμενηκέναι πάσης αἰδοῦς ἀξίου τυγχάνοντος ἀναμενόντων καὶ προτρεπομένων αὐτοὺς εἰσελθεῖν εἰς τὴν κρίσιν, ἵν' ἅπερ ἀπόντων τῶν συλλειτουργῶν ἡμῶν ἐθρύλησαν καὶ ἔγραψαν κατ' αὐτῶν, ταῦτα 42.8 παρόντες ἐλέγξαι δυνηθῶσιν. ἀλλ'