εὐφραινομένης, πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει·» καὶ, «Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται κα κά·» καὶ, «Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία·» καὶ, «Ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει.» Τῶν μὲν γὰρ ἄλλων ἀνθρώπων οἱ λόγοι κατὰ πλεῖστον ἀμφί βολοι τυγχάνουσιν ὄντες· οἱ δὲ τῶν σοφῶν, οἷοί εἰσιν οὗτοι, ἀληθεῖς εἰσι, καὶ πανταχόθεν ἠκρίβωνται, ὥστε μηδὲ ἀντιλέγεσθαι αὐτούς. Καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ τοῦ τέλους τῆς πράξεως γνωρίζουσι τὸ πρᾶ γμα, οἷον· ὅτι Ὁ ἄδικος φαῦλόν ἐστι, καὶ ὁ μοιχὸς κακόν· τοῦτο δὲ καὶ παντί τῳ δῆλον ἂν εἴη· οἱ δὲ σο φοὶ τὰς ἀρχὰς τῶν πράξεων προλέγουσι, καὶ ὥσπερ σύμβολα τῶν τῆς ψυχῆς κινημάτων προαπαγγέλλου σιν· ἵν' ἕκαστος, γινώσκων τὰς ἀρχὰς τῶν κακῶν, φυλάττηται, οἷά ἐστι τὰ προειρημένα· «Μῖσος ἐγεί ρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύ πτει φιλία.» Ὁ γὰρ φίλερις ἀπὸ μίσους ἔχει τὴν ἀρχὴν τῆς τοιαύτης κακίας, καὶ οὐκ ἄν τις εἴποι ἀγα πᾷν τὸν φιλονεικοῦντα. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου, ὁ μὴ φιλονεικῶν γνώρισμα ἀγάπης ἔχει· καὶ οὐκ ἄν τις εἴποι φιλόνεικον τὸν ἀγαπῶντα, ὡς πάλιν τό· «Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργὸς, καὶ ὀξύθυμος πράσσει μετὰ ἀβουλίας.» Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυμον μηδὲ μίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε. Καὶ ὅλως οὗτοι τὰ ἠθικὰ μᾶλλον ἀπαγγέλλουσι, τὴν ἀρχὴν τῆς πράξεως ὅθεν συνίσταται, λέγοντες, ὅτι τῆς μὲν φι λονεικίας προηγεῖται μῖσος· τοῦ δὲ μὴ φιλονεικεῖν προηγεῖται ἀγάπη· καὶ τῆς μὲν ἀεργίας προηγεῖται ἡδονὴ κακή· τοῦ δὲ ὀξυθύμου προηγεῖται ἀβουλία· καὶ τοῦ μὲν ἐξουθενημένου ἀρχή ἐστι τὸ καταφρονεῖν αὐτὸν τοῦ νόμου· τῆς δὲ ὑγείας προηγεῖται ὁ φόβος τοῦ Θεοῦ· καὶ τῆς μὲν ἀπωλείας τῆς ψυχῆς ἐστιν ἀρχὴ τὸ ἀφύλακτον ἔχειν τὸ στόμα· τοῦ δὲ πτοεῖσθαί τινα προηγεῖται ἡ προπέτεια. Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀναλύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κακῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράτ τειν δὲ τὰ ἀγαθά. Αἰνίγματα δὲ καὶ σκοτεινοὶ λόγοι, οἵτινες ἀσφαλεῖς μὲν οὕτως εἰσὶν, ὥστε ἀνιᾷν τὸν ἐν τυγχάνοντα τῷ μηδὲν ἐμφαίνειν, μηδέ τινα ὑπόνοιαν παρέχειν· ἐρευνώμενοι δὲ ὅμως δεικνύουσι τὸν ἐν αὑτοῖς νοῦν. Οἷοί εἰσι· «Τῇ βδέλλῃ τρεῖς θυγατέρες 28.348 ἦσαν ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗται, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, Ἱκανόν. Ἅδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλα μένη ὕδατος, καὶ ὕδωρ, καὶ πῦρ, οὐ μὴ εἴπωσιν, Ἀρ κεῖ·» καὶ πάλιν· «Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆ σαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι,» καὶ ὅσα τοιαῦτά ἐστιν αἰνίγματα· ἕτερα γάρ τινα δη λοῖ, καὶ ἑτέρων ἔννοιαν παρίστησι· καὶ ἀσαφῆ μὲν ἔστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν Βιβλίον ιεʹ, Ἐκκλησιαστής. Καὶ τοῦτο Σολομὼν ἔγραψε τὸ βιβλίον, καθά περ προείρηται. Λέγεται δὲ Ἐκκλησιαστὴς, ἐπειδὴ οὕτως ὠνόμασεν αὐτὸς ὁ γράψας, εἰπὼν ἐν ἀρχῇ· «Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ ∆αβὶδ βασιλέως Ἰσραὴλἐν Ἱερουσαλήμ· Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής.» Ποικίλως δ' ἂν ἐκλήθη ὁ Σολομών· σοφὸς μὲν, ὅτι σοφίας μετέσχε· φρόνιμος δὲ, ὅτι φρόνησις ἀληθείας ἦν ἐν αὐτῷ· πεπαιδευμένος δὲ, ὅτι τὴν ἀληθινὴν παιδείαν παρὰ Κυρίου εἶχεν. Ἐκλήθη οὖν Ἐκκλησιαστὴς, ὅτι αὐτὸς ἐξεκλησίαζε τοὺς λαοὺς, καὶ ἐλάλει τὰ τοῦ πνεύματος. Ἐν τούτῳ δὲ τῷ βιβλίῳ περὶ τῆς φυσικῆς θεωρίας φιλοσοφῶν φαίνεται. Ἐπειδὴ γὰρ
24