τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν εἶδεν ἀναφερομένην ὁ γέ ρων αὐτοῦ. Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμαζον Ἀντωνίου, πῶς τὸ ἀπὸ διαστή ματος ἡμερῶν δεκατριῶν γενόμενον παρ' αὐτὰ μεμάθηκε, καὶ τὴν ψυχὴν εἶδεν ἀναγομένην. Καὶ μὴν καὶ Ἀρχέλαός ποτε ὁ κόμης, εὑρὼν αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω, προσεύξασθαι μόνον ἠξίωσεν αὐτὸν περὶ Πολυκρατείας τῆς ἐν Λαοδικείᾳ θαυμαστῆς καὶ Χριστοφόρου παρθένου. Ἔπασχε γὰρ ἐκείνη δεινῶς τὸν στόμαχον καὶ τὸ πλευρὸν ἀπὸ τῆς ἄγαν ἀσκήσεως, καὶ ὅλη ἦν ἀσθενὴς τῷ σώματι. Ὁ μὲν οὖν Ἀντώνιος ηὔχετο· ὁ δὲ κόμης ἐσημειώσατο τὴν ἡμέραν, ἐν ᾗ γέγονεν ἡ εὐχή· καὶ ἀπελθὼν εἰς τὴν Λαοδίκειαν, εὗρεν ὑγιῆ τὴν παρθένον. Πυνθανό μενος δὲ, πότε καὶ ποίᾳ ἡμέρᾳ πέπαυται τῆς ἀσθενείας, προήνεγκε τὸν χάρτην, ἐν ᾧ τὸν χρόνον τῆς εὐχῆς ἔγραψε· καὶ μαθὼν, ἔδειξε καὶ αὐτὸς εὐθὺς τὴν ἐν τῷ χάρτῃ γραφήν· καὶ πάντες ἐθαύμασαν ἐπι γνόντες, ὅτι τότε πέπαυκεν ὁ Κύριος αὐτὴν τῶν πόνων, ὅτε ἦν εὐχόμενος ὁ Ἀντώνιος καὶ παρακα λῶν τὴν ἀγαθότητα τοῦ Σωτῆρος περὶ αὐτῆς. Καὶ περὶ τῶν ἐρχομένων δὲ πρὸς αὐτὸν πολλά κις προέλεγε πρὸ ἡμερῶν, ἦν δὲ ὅτε καὶ πρὸ μηνὸς, καὶ τὴν αἰτίαν, δι' ἣν ἤρχοντο· οἱ μὲν γὰρ ἕνεκα τοῦ μόνον ἰδεῖν αὐτὸν ἤρχοντο, οἱ δὲ δι' ἀσθένειαν, καὶ ἄλλοι πάσχοντες ὑπὸ δαιμόνων. Καὶ πάντες οὐ σκυλμὸν οὐδὲ ζημίαν ἡγοῦντο τὸν κόπον τῆς ὁδοῦ· ἀνέκαμπτε γὰρ ἕκαστος αἰσθόμενος τῆς ὠφελείας. Τοιαῦτα δὲ λέγων καὶ βλέπων, ἠξίου μηδένα θαυμά ζειν αὐτὸν ἐν τούτῳ· ἀλλὰ μᾶλλον θαυμάζειν τὸν Κύριον, ὅτι ἀνθρώποις ἡμῖν οὖσιν ἐχαρίσατο κατὰ δύναμιν γινώσκειν αὐτόν. 26.933 Κατελθὼν δέ ποτε πάλιν εἰς τὰ ἔξω μοναστή ρια, καὶ ἀξιωθεὶς εἰς πλοῖον εἰσελθεῖν, καὶ εὔξασθαι μετὰ μοναχῶν, μόνος αὐτὸς ἀντελάβετο δεινῆς δυσ ωδίας καὶ πάνυ πικρᾶς. Τῶν δὲ ἐν τῷ πλοίῳ λεγόντων, ἰχθὺν εἶναι καὶ τάριχον ἐν τῷ πλοίῳ, καὶ τούτων εἶναι τὴν ὀσμὴν, αὐτὸς ἄλλην ἔλεγεν εἶναι τὴν δυσωδίαν· ἔτι δὲ αὐτοῦ λέγοντος, νεώτερός τις ἔχων δαίμονα, ὃς προεισελθὼν ἐκρύπτετο ἐν τῷ πλοίῳ, εὐθὺς ἀνέκρα ξεν. Ἐπιτιμηθεὶς δὲ ὁ δαίμων ἐν τῷ ὀνόματι τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξῆλθε· καὶ ὁ μὲν ἄνθρω πος γέγονεν ὑγιής· πάντες δὲ ἔγνωσαν, ὅτι τοῦ δαί μονος ἦν ἡ δυσωδία. Καὶ ἄλλος δέ τις τῶν ἐπιφανῶν ἦλθεν ἔχων δαί μονα πρὸς αὐτόν. Ἦν δὲ ὁ δαίμων ἐκεῖνος οὕτω δεινὸς, ὡς τὸν ἐνεργούμενον μὴ γινώσκειν, εἰ πρὸς Ἀντώνιον ᾔει· ἀλλὰ καὶ τοῦ σώματος αὐτοῦ τὰ πε ριττὰ κατήσθιεν. Οἱ μὲν οὖν ἀγαγόντες αὐτὸν, παρ εκάλουν τὸν Ἀντώνιον εὔξασθαι ὑπὲρ αὐτοῦ· ὁ δὲ Ἀντώνιος συμπαθὼν τῷ νεανίσκῳ, ηὔχετο· καὶ τὴν νύκτα πᾶσαν συνηγρύπνησεν αὐτῷ. Καὶ ὁ μὲν νεα νίσκος, ἐξαίφνης ἐπελθὼν τῷ Ἀντωνίῳ περὶ τὴν ἕω, ὤθησεν αὐτόν· τῶν δὲ σὺν ἐκείνῳ ἐλθόντων ἀγανα κτούντων, ἔφη ὁ Ἀντώνιος· Μὴ χαλεπαίνετε τῷ νεανί σκῳ· οὐ γὰρ αὐτός ἐστιν, ἀλλ' ὁ ἐν αὐτῷ δαίμων· ἐπι τιμηθεὶς δὲ, καὶ κελευσθεὶς ἐλαθῆναι εἰς ἀνύδρους τό πους, ἐμάνη, καὶ τοῦτο πεποίηκε. ∆οξάζετε οὖν τὸν Κύριον· τὸ γὰρ οὕτως αὐτὸν ὁρμῆσαι κατ' ἐμοῦ ση μεῖον ὑμῖν γέγονε τῆς τοῦ δαίμονος ἐξόδου. Ταῦτα τοῦ Ἀντωνίου εἰπόντος, εὐθὺς ὁ νεανίσκος γέγονεν ὑγιής· καὶ λοιπὸν σωφρονήσας, ἔγνω, ὅπου τε ἦν, καὶ κατ ησπάζετο τὸν γέροντα εὐχαριστῶν τῷ Θεῷ. Πολλά τε ἄλλα τοιαῦτα συμφώνως καὶ ὁμαλῶς εἰρήκασι περὶ αὐτοῦ πλεῖστοι τῶν μοναχῶν δι' αὐτοῦ γεγενῆσθαι. Οὐκ ἔτι δὲ ταῦτα θαυμαστὰ τοσοῦτον, ὅσον τὰ ἄλλα θαυμασιώτερα μᾶλλον φαίνεται. Μέλλων γὰρ ἐσθίειν ποτὲ, καὶ ἀναστὰς εὔξασθαι περὶ τὴν ἐννάτην ὥραν, ᾔσθετο ἑαυτὸν ἁρπαγέντα τῇ διανοίᾳ· καὶ, τὸ παράδοξον, ἑστὼς ἔβλεπεν ἑαυτὸν ὥσπερ ἔξωθεν ἑαυ τοῦ γινόμενον, καὶ ὡς εἰς τὸν ἀέρα ὁδηγούμενον ὑπό τινων· εἶτα πικροὺς καὶ δεινούς τινας ἑστῶτας ἐν τῷ 26.936 ἀέρι καὶ θέλοντας αὐτὸν
24