τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκοὴν τέλεον ἀποβαλόν τες. Τὰς χεῖρας πεπόνθαμεν; ἀλλὰ τὰς ἔνδον ἔχομεν εὐτρεπισθείσας πρὸς τὸν κατὰ τοῦ ἐχθροῦ πόλεμον. Ἀῤῥωστία καθ' ὅλον τὸ σῶμα κρατεῖ; ἀλλ' ἡ κατὰ τὸν ἔσω ἄνθρωπον ὑγεία μᾶλλον αὔξει. Ἐν κοινοβίῳ οὖσαι, τὴν ὑπακοὴν μᾶλλον τῆς ἀσκήσεως προκρίνωμεν· ἡ μὲν γὰρ ὑπεροψίαν δι δάσκει, ἡ δὲ ταπεινοφροσύνην ἐπαγγέλλεται. Ἔστι δὲ καὶ ἐκ τοῦ ἐχθροῦ ἐπιτεταμένη ἄσκησις. Καὶ γὰρ οἱ αὐτοῦ μαθηταὶ τοῦτο ποιοῦσι. Πῶς οὖν διακρίνω μεν τὴν θείαν καὶ βασιλικὴν ἄσκησιν τῆς τυραννικῆς καὶ δαιμονιώδους; δῆλον, ὡς ἀπὸ τῆς συμμετρίας. Ἅπας σοι ὁ χρόνος εἷς κανὼν νηστείας ὑπαρχέτω. Μὴ τέσσαρας ἢ πέντε νηστεύσῃς, καὶ τὴν ἄλλην πλήθει τροφῶν καταλύσῃς τὴν δύναμιν. Τοῦτο ἡδὺ τῷ ἐχθρῷ. Πανταχοῦ ἡ ἀμετρία φθοροποιὸς τυγχάνει. Μὴ ὑφ' ἕν σου τὰ ὅπλα ἀναλώσῃς, καὶ γυμνὸς εὑρε θεὶς ἐν τῷ πολέμῳ εὐάλωτος γενήσῃ. Τὰ ὅπλα ἡμῶν ἐστι τὸ σῶμα· ἡ δὲ ψυχὴ ὁ στρατιώτης· καὶ τῶν ἀμ φοτέρων ἐπιμελοῦ πρὸς τὰς χρείας. Νέος ὢν καὶ ὑγιὴς, νήστευσον. Ἥξει γὰρ τὸ γῆρας μετὰ ἀσθε νείας. Ὡς δύνῃ, θησαύρισον τροφὰς, ἵνα, μὴ δυνά μενος, εὕρῃς. Νήστευε μετὰ λόγου καὶ ἀκριβείας. Ὅρα μὴ ὁ ἐχθρὸς ἐπεισέλθῃ τῇ ἐμπορίᾳ τῆς νη στείας· καὶ τάχα οἶμαι περὶ τούτου τὸν Σωτῆρα εἰρηκέναι τό· Γίνεσθε δόκιμοι τραπεζῖται· τουτέστι, τὸ βασιλικὸν χάραγμα ἀκριβῶς γινώσκετε· εἰσὶ γὰρ καὶ παραχαράγματα· καὶ ἡ μὲν τοῦ χρυσοῦ φύσις ἡ αὐτὴ, διαφέρει δὲ τῷ χαράγματι. Ὁ μὲν χρυσός ἐστι νηστεία, ἐγκράτεια, ἐλεημοσύνη· ἀλλὰ καὶ Ἑλλήνων παῖδες τὴν τυραννικὴν αὐτῶν εἰκόνα τού τοις ἐντίθενται, καὶ αἱρετικοὶ δὲ πάντες διὰ τούτων σεμνύνονται. Ὁρᾷν δὲ δεῖ τούτους, καὶ ἀποφεύγειν ὡς παραχαράκτας. Βλέπε μὴ, ἀγυμνάστως περιπε σὼν αὐτοῖς, ζημιωθῇς. ∆έχου οὖν μετὰ ἀσφαλείας τὸν τοῦ Χριστοῦ σταυρὸν διεντετυπωμένον ταῖς ἀρεταῖς· τουτέστι, πίστιν ὀρθὴν μετὰ σεμνῶν πράξεων. ∆εῖ ἡμᾶς πάσῃ διακρίσει κυβερνᾷν τὴν ψυ χὴν, καὶ ἐν κοινοβίῳ οὔσας, μὴ τὰ ἑαυτῶν ζητεῖν, μήτε μὴν οἰκείᾳ δουλεύειν γνώμῃ, ἀλλὰ τῇ κατὰ πίστιν μητρὶ πειθαρχεῖν. Ἐξορίᾳ ἑαυτὰς παρεδώκαμεν· τουτέστι τῶν κοσμικῶν ὅρων ἔξω ἐγενόμεθα· οὐκοῦν ἐκβεβλήμεθα· μὴ τὰ αὐτὰ ζητήσωμεν. Ἐκεῖ δόξαν εἴχομεν, ὧδε ὀνειδισμόν· ἐκεῖ δαψίλειαν τροφῶν, ὧδε καὶ τοῦ ἄρτου ἔνδειαν. Ἐν τῷ κόσμῳ οἱ πταίοντες, καὶ μὴ βουλόμενοι εἰς φυλακὴν βάλλονται· καὶ ἡμεῖς διὰ τὰς ἁμαρτίας ἡμῶν ἑαυτὰς φυλακίσωμεν, ἵνα τὸ ἑκούσιον τῆς γνώμης τὴν μέλλουσαν κόλασιν ἀπο σοβήσῃ. Νηστεύεις; μὴ προφασίσῃ νόσον. Καὶ γὰρ οἱ μὴ νηστεύοντες τοῖς αὐτοῖς περιέπεσον νοσήμασιν. Ἤρξω τοῦ καλοῦ; μὴ ἀναχαιτίσῃς, τοῦ ἐχθροῦ σε ἐγκόπτοντος. Αὐτὸς γὰρ τῇ ὑπομονῇ σου καταργεῖται· 28.1552 καὶ γὰρ οἱ πλεῖν ἀρχόμενοι, πρῶτον μὲν δεξιοῦ πνεύ ματος τυγχάνουσι ἁπλώσαντες τὰ ἱστία· αὖθις δὲ αὐτοῖς ἐναντίος ἄνεμος ἀπαντᾷ· ἀλλ' οἱ ναυτικοὶ διὰ τὸ παρεμπεσὸν πνεῦμα οὐκ ἀποσκευάζουσι τὴν ναῦν· μικρὸν δὲ ἡσυχάσαντες ἢ καὶ ἀπομαχησάμενοι τῇ ζάλῃ, τὸν πλοῦν ποιοῦνται· οὕτω καὶ ἡμεῖς, ἐναντίου πνεύματος προσπεσόντος, τὸν σταυρὸν ἀντὶ ἱστίου τανύσασαι, ἀδεῶς τὸν πλοῦν ἐκτελέσομεν. Ταῦτα τῆς σεμνῆς καὶ παναρέτου Συγκλητι κῆς τὰ διδάγματα· καὶ μᾶλλον πράξεις ἢ ῥήματα· καὶ ἄλλα δὲ πολλὰ καὶ μεγάλα ὑπ' αὐτῆς ἐγνωρίσθη πρὸς ὠφέλειαν τῶν ἀκουσάντων τε καὶ θεασαμένων. Τοσοῦτον δὲ πλῆθος ἐξ αὐτῆς ἀγαθῶν ἐβλάστησεν, ὅσον ἀνθρωπίνη γλῶσσα ἀπορήσειεν ἂν ἐκφράσαι Ὁ δὲ μισόκαλος διάβολος, μὴ φέρων τὴν τοσαύτην τῶν καλῶν ἀφθονίαν, ἐξετήκετο, καὶ εἰς ἑαυτὸν ἐδραματούργει, ὅπως ἂν δυνηθείη ἐπιθολῶσαι τὴν τῶν χρηστῶν ἀνατολήν. Καὶ λοιπὸν ἐξαιτεῖται πρὸς τὸν τελευταῖον
24