24
περὶ δὲ Ἀσκληπιοῦ Ἡσίοδος μέν· "πατὴρ ἀνδρῶν τε θεῶν τε χώσατ', ἀπ' Oὐλύμπου δὲ βαλὼν ψολόεντι κεραυνῷ ἔκτανε Λητοΐδην φίλον σὺν θυμὸν ὀρίνων. Πίνδαρος δέ ἀλλὰ κέρδει καὶ σοφία δέδεται. ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶ φανείς. χερσὶ δ' ἄρα Κρονίων ·ίψας δι' ἀμφοῖν ἀμπνοὰν στέρνων καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκηψε μόρον. ἢ τοίνυν θεοὶ ἦσαν, καὶ οὔτε αὑτοὺς πρὸς χρυσὸν εἶχον ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, <ὡς> οὔτε μήτηρ ἡδονὰς τοιάσδ' ἔχει, οὐ παῖδες (ἀνεπιδεὲς γὰρ καὶ κρεῖττον ἐπιθυμίας τὸ θεῖον) οὔτε ἀπέθνῃσκον· ἢ ἄνθρωποι γεγονότες καὶ πονηροὶ δι' ἀμαθίαν ἦσαν καὶ χρημάτων ἐλάττους. τί <δεῖ> με πολλὰ λέγειν ἢ Κάστορος ἢ Πολυδεύκους μνημονεύοντα ἢ Ἀμφιάρεω, οἵ, ὡς εἰπεῖν λόγῳ, χθὲς καὶ πρῴην ἄνθρωποι ἐξ ἀνθρώπων γεγονότες θεοὶ νομίζονται, ὁπότε καὶ Ἰνὼ μετὰ τὴν μανίαν καὶ τὰ ἐπὶ τῆς μανίας πάθη θεὸν δοξάζουσι γεγονέναι πόντου πλάνητες Λευκοθέαν ἐπώνυμον καὶ τὸν παῖδα αὐτῆς σεμνὸς Παλαίμων ναυτίλοις κεκλήσεται; εἰ γὰρ καὶ ὡς ἀπόπτυστοι καὶ θεοστυγεῖς δόξαν ἔσχον εἶναι θεοὶ καὶ ἡ θυγάτηρ τῆς ∆ερκετοῦς Σεμίραμις, λάγνος γυνὴ καὶ μιαι φόνος, ἔδοξε Συρία θεὸς καὶ διὰ τὴν ∆ερκετὼ <τοὺς ἰχθῦς> καὶ τὰς περιστερὰς διὰ τὴν Σεμίραμιν σέβουσι Σύροι (τὸ γὰρ ἀδύνατον, εἰς περιστερὰν μετέβαλεν ἡ γυνή· ὁ μῦθος παρὰ Κτησίᾳ), τί θαυμαστὸν τοὺς μὲν ἐπὶ ἀρχῇ καὶ τυραννίδι ὑπὸ τῶν κατ' αὐτοὺς κληθῆναι θεούς-Σίβυλλα (μέμνηται δ' αὐτῆς καὶ Πλάτων)· δὴ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, ἐξ οὗ δὴ κατακλυσμὸς ἐπὶ προτέρους γένετ' ἄνδρας, καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε, Γαίης τέκνα φέριστα καὶ Oὐρανοῦ, οὓς ἐκάλεσσαν ἄνθρωποι Γαῖάν τε καὶ Oὐρανὸν οὔνομα θέντες, οὕνεκα οἱ πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων- τοὺς δ' ἐπ' ἰσχύι, ὡς Ἡρακλέα καὶ Περσέα, τοὺς δ' ἐπὶ τέχνῃ, ὡς Ἀσκληπιόν; οἷς μὲν οὖν ἢ αὐτοὶ οἱ ἀρχόμενοι τιμῆς μετε δίδοσαν ἢ αὐτοὶ οἱ ἄρχοντες, οἱ μὲν φόβῳ, οἱ δὲ καὶ αἰδοῖ μετεῖχον τοῦ ὀνόματος (καὶ Ἀντίνους φιλανθρωπίᾳ τῶν ὑμετέρων προγόνων πρὸς τοὺς ὑπηκόους ἔτυχε νομίζεσθαι θεός)· οἱ δὲ μετ' αὐτοὺς ἀβασανίστως παρεδέξαντο. Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ' οὐ θάνες.