ποιήσεις," φησὶν ὁ προφήτης, "παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ 4.62.3 γῇ κάτω." Ἦ πού γ' ἂν ἔτι τὴν Πραξιτέλους ∆ήμητρα καὶ Κόρην καὶ τὸν Ἴακχον τὸν μυστικὸν θεοὺς ὑπολάβοιμεν ἢ τὰς Λυσίππου τέχνας ἢ τὰς χεῖρας τὰς Ἀπελλικάς, αἳ δὴ τῆς θεοδοξίας τὸ σχῆμα τῇ ὕλῃ περιτεθείκασιν; Ἀλλ' ὑμεῖς μὲν ὅπως ποτὲ ὁ ἀνδριὰς ὅτι μάλιστα ὡραιότατος τεκταίνηται, προσκαρτερεῖτε, ὅπως δὲ αὐτοὶ μὴ ὅμοιοι δι' ἀναισθησίαν τοῖς ἀνδριᾶσιν ἀποτελεσθῆτε, οὐ φροντίζετε· 4.62.4 πάνυ γοῦν ἐμφανῶς καὶ συντόμως ὁ προφητικὸς ἐλέγχει τὴν συνήθειαν λόγος ὅτι "πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμονίων εἰσὶν εἴδωλα· ὁ δὲ θεὸς τοὺς οὐρανοὺς ἐποίησεν" καὶ τὰ ἐν τῷ οὐρανῷ. 4.63.1 Πλανώμενοι γοῦν τινες ἐντεῦθεν οὐκ οἶδ' ὅπως θείαν μὲν τέχνην, πλὴν ἀλλ' οὐ θεὸν προσκυνοῦσιν ἥλιόν τε καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορόν, παραλόγως τούτους θεοὺς ὑπολαμβάνοντες, τὰ ὄργανα τοῦ χρόνου. "Τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ 4.63.2 στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν." Ἀλλ' ἡ μὲν ἀνθρωπεία τέχνη οἰκίας τε καὶ ναῦς καὶ πόλεις καὶ γραφὰς δημιουργεῖ, θεὸς δὲ πῶς ἂν εἴποιμι ὅσα ποιεῖ; Ὅλον ἴδε τὸν κόσμον, ἐκείνου ἔργον ἐστίν· καὶ οὐρανὸς καὶ ἥλιος καὶ ἄγγελοι καὶ ἄνθρωποι "ἔργα τῶν δακτύλων αὐτοῦ." 4.63.3 Ὅση γε ἡ δύναμις τοῦ θεοῦ. Μόνον αὐτοῦ τὸ βούλημα κοσμοποιία· μόνος γὰρ ὁ θεὸς ἐποίησεν, ἐπεὶ καὶ μόνος ὄντως ἐστὶ θεός· ψιλῷ τῷ βούλεσθαι δημιουργεῖ καὶ τῷ 4.63.4 μόνον ἐθελῆσαι αὐτὸν ἕπεται τὸ γεγενῆσθαι. Ἐνταῦθα φιλοσόφων παρατρέπεται χορὸς πρὸς μὲν τὴν οὐρανοῦ θέαν παγκάλως γεγονέναι τὸν ἄνθρωπον ὁμολογούντων, τὰ δὲ ἐν οὐρανῷ φαινόμενα καὶ ὄψει καταλαμβανόμενα προσκυ νούντων. Εἰ γὰρ καὶ μὴ ἀνθρώπινα τὰ ἔργα τὰ ἐν οὐρανῷ, 4.63.5 ἀλλὰ γοῦν ἀνθρώποις δεδημιούργηται. Καὶ μὴ τὸν ἥλιόν τις ὑμῶν προσκυνείτω, ἀλλὰ τὸν ἡλίου ποιητὴν ἐπιποθείτω, μηδὲ τὸν κόσμον ἐκθειαζέτω, ἀλλὰ τὸν κόσμου δημιουργὸν ἐπιζητησάτω. Μόνη ἄρα, ὡς ἔοικεν, καταφυγὴ τῷ μέλλοντι ἐπὶ τὰς σωτηρίους ἀφικνεῖσθαι θύρας ὑπολείπεται σοφία θεϊκή· ἐντεῦθεν ὥσπερ ἐξ ἱεροῦ τινος ἀσύλου οὐδενὶ οὐκέτι ἀγώγιμος τῶν δαιμόνων ὁ ἄνθρωπος γίνεται σπεύδων εἰς σωτηρίαν. 5.64.1 Ἐπιδράμωμεν δέ, εἰ βούλει, καὶ τῶν φιλοσόφων τὰς δόξας, ὅσας αὐχοῦσι περὶ τῶν θεῶν, εἴ πως καὶ φιλοσο φίαν αὐτὴν κενοδοξίας ἕνεκεν ἀνειδωλοποιοῦσαν τὴν ὕλην ἐφεύρωμεν, εἰ καὶ δαιμόνια ἄττα ἐκθειάζουσαν κατὰ παρα δρομὴν παραστῆσαι δυνηθῶμεν ὀνειρώττουσαν τὴν ἀλήθειαν. 5.64.2 Στοιχεῖα μὲν οὖν ἀρχὰς ἀπέλιπον ἐξυμνήσαντες Θαλῆς ὁ Μιλήσιος τὸ ὕδωρ καὶ Ἀναξιμένης ὁ καὶ αὐτὸς Μιλήσιος τὸν ἀέρα, ᾧ ∆ιογένης ὕστερον ὁ Ἀπολλωνιάτης κατηκο λούθησεν. Παρμενίδης δὲ ὁ Ἐλεάτης θεοὺς εἰσηγήσατο πῦρ καὶ γῆν, θάτερον δὲ αὐτοῖν μόνον, τὸ πῦρ, θεὸν ὑπειλή φατον Ἵππασός τε ὁ Μεταποντῖνος καὶ ὁ Ἐφέσιος Ἡράκλειτος· Ἐμπεδοκλῆς γὰρ ὁ Ἀκραγαντῖνος εἰς πλῆθος ἐμπεσὼν πρὸς τοῖς τέτταρσι στοιχείοις τούτοις νεῖκος καὶ φιλίαν καταριθμεῖται. 5.64.3 Ἄθεοι μὲν δὴ καὶ οὗτοι, σοφίᾳ τινὶ ἀσόφῳ τὴν ὕλην προσκυνήσαντες καὶ λίθους μὲν ἢ ξύλα οὐ τιμήσαντες, γῆν δὲ τὴν τούτων μητέρα ἐκθειάσαντες καὶ Ποσειδῶνα μὲν 5.64.4 οὐκ ἀναπλάττοντες, ὕδωρ δὲ αὐτὸ προστρεπόμενοι. Τί γάρ ἐστί ποτε ἕτερον Ποσειδῶν ἢ ὑγρά τις οὐσία ἐκ τῆς πόσεως ὀνοματοποιουμένη; ὥσπερ ἀμέλει ὁ πολέμιος Ἄρης ἀπὸ 5.64.5 τῆς ἄρσεως καὶ ἀναιρέσεως κεκλημένος. Ἧι καὶ δοκοῦσί μοι πολλοὶ μάλιστα τὸ ξίφος μόνον πήξαντες ἐπιθύειν ὡς Ἄρει· ἔστι δὲ Σκυθῶν τὸ τοιοῦτον, καθάπερ Εὔδοξος ἐν δευτέρᾳ Γῆς περιόδου λέγει. Σκυθῶν δὲ οἱ Σαυρομάται, ὥς φησιν Ἱκέσιος ἐν τῷ Περὶ μυστηρίων, ἀκινάκην σέβουσιν. 5.64.6 Τοῦτο τοι καὶ οἱ ἀμφὶ τὸν Ἡράκλειτον τὸ πῦρ ὡς ἀρχέγονον