24
σατο δόγματος ἀπ' αὐτῶν μαρτυρίας φέρειν. πῶς οὖν ἐπὶ ταύταις κατὰ τοῦ θεοῦ θαρρεῖν ἔστιν, ἐν αἷς ἡ πάντων βουλὴ εἰσευρίσκεται; Aὐτίκα γοῦν Σίμων αὔριον ἡμῖν συνζητεῖν μέλλων, δημοσίᾳ κατὰ τῆς τοῦ θεοῦ μοναρχίας τολμᾶν θέλων, πολλὰς ἐξ αὐτῶν τῶν γραφῶν φωνὰς ἐνεγκεῖν ἔχει, ὅτι πολλοί εἰσιν θεοί, εἷς δέ τις οὐχ ὁ τὸν κόσμον κτίσας τούτου ἀνώτερος· καὶ ὁμῶς τὰς ἀποδείξεις ἐγγράφους ἔχει παρασχεῖν. καὶ ἡμεῖς δὲ ἐξ αὐτῶν πολλὰς περικοπὰς δεῖξαι σαφῶς ἔχομεν, ὅτι εἷς ἐστιν θεὸς οὗτος ὁ τὸν κόσμον κτίσας καὶ «ἄλλος οὐκ ἔστιν πλὴν αὐτοῦ». ἀλλὰ καὶ εἴ τις ἄλλως πως εἰπεῖν θελήσει, ἕξει καὶ αὐτὸς ἐξ αὐτῶν ὡς βού- λεται περὶ ὧν βούλεται τὰς ἀποδείξεις παρασχεῖν. πάντα γὰρ αἱ γραφαὶ λέγουσιν, ἵνα μηδεὶς τῶν ἀγνωμόνως ζητούντων τὸ ἀληθὲς εὕρῃ, ἀλλ' ὃ βούλεται, τοῦ ἀληθοῦς τοῖς εὐγνώμοσιν τετηρημένου. εὐγνωμοσύνη δέ ἐστιν τὸ πρὸς τὸν τοῦ εἶναι ἡμᾶς αἴτιον ἀποσσζειν στοργήν. ὅθεν πρὸ πάντων εἰδέναι ὀφείλει ὅτι οὐδαμόθεν αὐτὴν εὑρίσκει, εἰ μὴ ἂν ἀπὸ προφήτου ἀληθείας. προφήτης δὲ ἀληθής ἐστιν ὁ πάντα πάντοτε εἰδώς, ἔτι δὲ καὶ τὰς πάντων ἐννοίας, ἀναμάρτητος, ὡς περὶ θεοῦ κρίσεως πεπληρο- φορημένος. διὸ ἡμεῖς ὀφείλομεν περὶ τῆς προγνώσεως αὐτοῦ μὴ ἁπλῶς διαλαμβάνειν, ἀλλ' εἰ δύναται ἄνευ ἑτέρας προφάσεως συνεστάναι αὐτοῦ ἡ πρόγνωσις. ἃ γὰρ οἱ ἰατροὶ προλέγουσιν, ὑποβεβλημένην ὕλην ἔχοντες τοῦ νοσοῦντος τὸν σφυγμόν (καὶ οἱ μὲν πτηνά, οἱ δὲ θύματα, καὶ ἄλλοι ἄλλας ὕλας πολλὰς διαφόρους ὑποβεβλημένας ἔχοντες) προλέγουσιν, καὶ προφῆται οὐκ εἰσίν. εἰ δὲ βουληθείη τις λέγειν τὴν διὰ τῶν τοιούτων πρόρρησιν τῇ ὄντως ἐνφύτῳ προγνώσει ὁμοίαν εἶναι, πολὺ ἠπάτηται. τὰ γὰρ τοιαῦτα παρόντα μηνύει μόνον, καὶ ταῦτα εἰ ἀληθεύει (ἄλλως δέ μοι καὶ αὐτὰ εὐχρηστεῖ· πρόγνωσιν γὰρ εἶναι συνίστησιν), ἡ δὲ τοῦ μόνου καὶ ἀληθοῦς πρόγνωσις οὐ μόνον τὰ παρόντα ἐπίσταται, ἀλλὰ καὶ μέχρις αὐτοῦ <τοῦ> μέλλοντος αἰῶνος ἀπέραντον ἐκτείνει τὴν προφητείαν, καὶ οὐδενὸς δεῖται πρὸς ἐπίγνωσιν προφητεύων ἀμαυρὰ καὶ ἀμφίβολα, ἵνα ἄλλου προφήτου χρείαν ἔχῃ τὰ λεγόμενα πρὸς ἐπίγνωσιν, ἀλλὰ ·ητὰ καὶ ἁπλᾶ, ὥσπερ ὁ διδάσκαλος ἡμῶν καὶ προφήτης ὢν ἐνφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἠπίστατο. διὸ τεθαρρηκότως ἐξετίθετο περὶ τῶν μελλόντων ἔσεσθαι, λέγω δὲ πάθη, τόπους, ὅρους· προφήτης γὰρ ὢν ἄπταιστος, ἀπείρῳ ψυχῆς ὀφθαλμῷ πάντα κατοπτεύων ἐπίσταται λανθάνων. εἰ δὲ παραδεξόμεθα καὶ ἡμεῖς (ὡς οἱ πολλοί) ὅτι καὶ ὁ ἀληθὴς προ- φήτης οὐ πάντοτε, ἀλλ' ἐνίοτε (ὅτε ἔχει τὸ πνεῦμα καὶ διὰ τοῦτο) προγινώσκει, ὁπότε δὲ οὐκ ἔχει, ἀγνοεῖ, -ἐὰν οὕτως ὑπολάβωμεν, καὶ ἑαυτοὺς ἀπατῶμεν καὶ ἄλλους ἐνεδρεύσομεν. τὸ γὰρ τοιοῦτον μανικῶς ἐνθουσιώντων ἐστὶν ὑπὸ πνεύματος ἀταξίας, τῶν παρὰ βωμοῖς μεθυόντων καὶ κνίσης ἐνφορουμένων. τινὶ γὰρ προφητείαν ἐπαγγέλλεσθαι θέλοντι ἐὰν συγχωρηθῇ πιστεύεσθαι ἐν οἷς ψεύστης φωρᾶται ὅτι τότε τὸ τῆς προγνώσεως ἅγιον οὐκ εἶχεν πνεῦμα, οὐκ εὐέλεγκτος ἔσται ψεύστης ὑπάρχων προφήτης· ἐν οἷς γὰρ ὡς πολλὰ λέγων ὀλίγα ἐπιτυγ- χάνει, τότε τὸ πνεῦμα ἔχειν πιστεύεται, ἔτι τε τὰ πρῶτα ἔσχατα λέγει, τὰ ἔσχατα πρῶτα, τὰ γενόμενα ὡς ἐσόμενα, τὰ ἐσόμενα ὡς ἤδη γεγονότα,