ἐξαιρεῖται καὶ θύεται ἐκείνοις καὶ σπένδεται, καὶ ὕμνοι μὲν ἐς τοὺς θεοὺς ποιοῦνται, ἔπαινοι δὲ ἐς ἀνθρώπους· ἀτὰρ οὐχ ἥκιστα τῷ τῆς προσκυνήσεως 60 νόμῳ. τοὺς μὲν γὰρ ἀνθρώπους φιλεῖσθαι πρὸς τῶν ἀσπαζομένων· τὸ θεῖον δέ, ὅτι ἄνω που ἱδρυμένον καὶ οὐδὲ ψαῦσαι αὐτοῦ θέμις, ἐπὶ τῷδε ἄρα τῇ προσκυνήσει γεραίρεται, καὶ χοροὶ τοῖς θεοῖς ἵστανται καὶ παιᾶνες ἐπὶ τοῖς θεοῖς ᾄδονται. καὶ οὐδὲν θαυμαστόν, ὁπότε γε καὶ αὐτῶν τῶν θεῶν ἄλλοις ἄλλαι τιμαὶ πρόσκεινται, καὶ ναὶ μὰ ∆ία ἥρωσιν ἄλλαι, καὶ αὗται ἀποκεκριμέναι τοῦ θείου. οὔκουν εἰκὸς ξύμπαντα ταῦτα ἀναταράσσοντας τοὺς μὲν ἀνθρώπους ἐς σχῆμα ὑπέρογκον καθιστάναι τῶν τιμῶν ταῖς ὑπερβολαῖς, τοὺς θεοὺς δὲ τόγε ἐπὶ σφίσιν ἐς ταπεινότητα οὐ πρέπουσαν καταβάλλειν τὰ ἴσα ἀνθρώποις τιμῶντας. οὔκουν οὐδὲ Ἀλέξανδρον ἀνασχέσθαι ἄν, εἰ τῶν ἰδιωτῶν τις εἰσποιεῖτο ταῖς βασιλικαῖς τιμαῖς χειροτονίᾳ ἢ ψήφῳ οὐ δικαίᾳ. πολὺ ἂν οὖν δικαιότερον τοὺς θεοὺς δυσχεραίνειν ὅσοι ἄνθρωποι ἐς τὰς θείας τιμὰς σφᾶς εἰσποιοῦσιν ἢ πρὸς ἄλλων εἰσποιούμενοι ἀνέχονται. Ἀλέξανδρον δὲ πόρρω τοῦ ἱκανοῦ ἀνδρῶν ἀγαθῶν τὸν ἄριστον εἶναί τε καὶ δοκεῖν, καὶ βασιλέων τὸν βασιλικώτατον καὶ στρατηγῶν τὸν ἀξιοστρατηγικώτατον. καὶ σέ, εἴπερ τινὰ ἄλλον, ὦ Ἀνάξαρχε, εἰσηγητήν τε τούτων τῶν λόγων ἐχρῆν γίγνεσθαι καὶ κωλυτὴν τῶν ἐναντίων, ἐπὶ σοφίᾳ τε καὶ παιδεύσει Ἀλεξάνδρῳ ξυνόντα. οὔκουν ἄρχειν γε τοῦδε τοῦ λόγου πρέπον ἦν, ἀλλὰ μεμνῆσθαι γὰρ οὐ Καμβύσῃ οὐδὲ Ξέρξῃ ξυνόντα ἢ ξυμβουλεύοντα, ἀλλὰ Φιλίππου μὲν παιδί, Ἡρακλείδῃ δὲ ἀπὸ γένους καὶ Αἰακίδῃ, ὅτου οἱ πρόγονοι ἐξ Ἄργους ἐς Μακεδονίαν ἦλθον, καὶ οὐ βίᾳ, ἀλλὰ νόμῳ Μακεδόνων ἄρχοντες διετέλεσαν. οὐκοῦν οὐδὲ αὐτῷ τῷ Ἡρακλεῖ ζῶντι ἔτι θεῖαι τιμαὶ παρ' Ἑλλήνων ἐγένοντο, ἀλλ' οὐδὲ τελευτήσαντι πρόσθεν ἢ πρὸς τοῦ θεοῦ τοῦ ἐν ∆ελφοῖς ἐπιθεσπισθῆναι ὡς θεὸν τιμᾶν Ἡρακλέα. εἰ δέ, ὅτι ἐν τῇ βαρβάρῳ γῇ οἱ λόγοι γίγνονται, βαρβαρικὰ ἔχειν χρὴ τὰ φρονήματα, καὶ ἐγὼ τῆς Ἑλλάδος μεμνῆσθαί σε ἀξιῶ, ὦ Ἀλέξανδρε, ἧς ἕνεκα ὁ πᾶς στόλος σοι ἐγένετο, προσθεῖναι τὴν Ἀσίαν τῇ Ἑλλάδι. καὶ οὖν ἐνθυμήθητι, ἐκεῖσε ἐπανελθὼν ἆρά γε καὶ τοὺς Ἕλληνας τοὺς ἐλευθερωτάτους προσαναγκάσεις ἐς τὴν προσκύνησιν, ἢ Ἑλλήνων μὲν ἀφέξῃ, Μακεδόσι δὲ προσθήσεις τήνδε τὴν ἀτιμίαν, ἢ διακεκριμένα ἔσται σοι αὐτῷ τὰ τῶν τιμῶν ἐς ἅπαν ὡς πρὸς Ἑλλή 61 νων μὲν καὶ Μακεδόνων ἀνθρωπίνως σε καὶ Ἑλληνικῶς τιμᾶσθαι, πρὸς δὲ τῶν βαρβάρων μόνων βαρβαρικῶς. εἰ δὲ ὑπὲρ Κύρου τοῦ Καμβύσου λέγεται πρῶτον προσκυνηθῆναι ἀνθρώπων Κῦρον καὶ ἐπὶ τῷδε ἐμμεῖναι Πέρσαις τε καὶ Μήδοις τήνδε τὴν ταπεινότητα, χρὴ ἐνθυμεῖσθαι ὅτι τὸν Κῦρον ἐκεῖνον Σκύθαι ἐσωφρόνισαν, πένητες ἄνδρες καὶ αὐτόνομοι, καὶ ∆αρεῖον ἄλλοι αὖ Σκύθαι, καὶ Ξέρξην Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ Ἀρταξέρξην Κλέαρχος καὶ Ξενοφῶν καὶ οἱ ξὺν τούτοις μύριοι, καὶ ∆αρεῖον τοῦτον Ἀλέξανδρος μὴ προσκυνούμενος. Ταῦτα δὴ καὶ τὰ τοιαῦτα εἰπόντα Καλλισθένην ἀνιᾶσαι μὲν μεγαλωστὶ Ἀλέξανδρον πέμψαντα κωλῦσαι μεμνῆσθαι ἔτι τῆς προσκυνήσεως. ἀλλὰ σιγῆς γὰρ γενομένης ἐπὶ τοῖς λόγοις ἀναστάντας Περσῶν τοὺς πρεσβυτάτους ἐφεξῆς προσκυνεῖν. Λεοννάτον δέ, ἕνα τῶν ἑταίρων, ἐπειδή τις ἐδόκει τῶν Περσῶν αὐτῷ οὐκ ἐν κόσμῳ προσκυνῆσαι, τὸν δὲ ἐπιγελάσαι τῷ σχήματι τοῦ Περσοῦ, ὡς ταπεινόν· καὶ τούτῳ χαλεπήναντα τότε Ἀλέξανδρον ξυναλλαγῆναι αὖθις. ἀναγέγραπται δὲ δὴ καὶ τοῖόσδε λόγος. προπίνειν φιάλην χρυσῆν ἐν κύκλῳ Ἀλέξανδρον πρώτοις μὲν τούτοις πρὸς οὕστινας ξυνέκειντο αὐτῷ τὰ τῆς προσκυνήσεως· τὸν δὲ πρῶτον ἐκπιόντα τὴν φιάλην προσκυνῆσαί τε ἀναστάντα καὶ φιληθῆναι πρὸς αὐτοῦ, καὶ τοῦτο ἐφεξῆς διὰ πάντων χωρῆσαι. ὡς δὲ ἐς Καλλισθένην ἧκεν ἡ πρόποσις, ἀναστῆναι μὲν Καλλισθένην καὶ ἐκπιεῖν τὴν φιάλην, καὶ προσελθόντα ἐθέλειν φιλῆσαι οὐ προσκυνήσαντα. τὸν δὲ τυχεῖν μὲν τότε διαλεγόμενον Ἡφαιστίωνι· οὔκουν προσέχειν τὸν νοῦν, εἰ καὶ τὰ τῆς προσκυνήσεως ἐπιτελῆ τῷ Καλλισθένει ἐγένετο. ἀλλὰ ∆ημήτριον γὰρ τὸν Πυθώνακτος, ἕνα τῶν ἑταίρων, ὡς προσῄει αὐτῷ ὁ