1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

24

αινόντων προβάτων, καὶ ἄνθρωπος λοιμώσσων πολλοῖς φυλακτέος, καὶ κύων λύσσῃ συσχεθεὶς ἐπικίνδυνος παντί, ᾧ δ' ἂν προσάψῃ. Ἐὰν οὖν καὶ ἄνθρωπον παράνομον μὴ τῆς Ἐκκλησίας τοῦ Θεοῦ χωρίσωμεν, ποιήσομεν τὸν οἶκον Κυρίου σπήλαιον λῃστῶν. ∆εῖ γὰρ ἐπὶ τῶν ἁμαρτανόντων μὴ παρασιωπᾶν, ἀλλ' ἐλέγχειν, νουθετεῖν, ὑποπιέζειν, στι βοῦν νηστείαις, ὅπως καὶ τοῖς ἑτέροις εὐλάβειαν ἐμποιήσῃ. «Eὐλαβεῖς γάρ, φησίν, ποιήσατε τοὺς υἱοὺς Ἰσραήλ.» Χρὴ γὰρ τὸν ἐπίσκοπον καὶ τῶν ἁμαρτιῶν κωλυτὴν διὰ τῆς νουθεσίας γίνεσθαι, καὶ τῆς δικαιοσύνης σκοπὸν καὶ τῶν ἡτοιμασμένων ὑπὸ Θεοῦ ἀγαθῶν κήρυκα καὶ τῆς μελλούσης ὀργῆς ἐν τῇ κρίσει διαγγελτῆρα, ὅπως μὴ κατα φρονήσας τῆς τοῦ Θεοῦ φυτουργίας ἀκούσῃ διὰ ἀμέλειαν τὸ ἐν τῷ Ὠσηὲ εἰρημένον· «Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὸν καρπὸν αὐτῆς ἐτρυγήσατε;» Πάντων οὖν ὁ ἐπίσκοπος φροντιζέτω, καὶ τῶν μὴ ἡμαρτηκότων, ἵνα μένωσιν ἀναμάρτητοι, καὶ τῶν ἁμαρτανόντων, ἵνα μετανοῶσιν· λέγει γὰρ ὁ Κύριος πρὸς ὑμᾶς· «Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων.» Καὶ τοῖς μετανοοῦσιν ἄφεσιν διδόναι χρή· ἅμα γὰρ τῷ εἰπεῖν τινα τῶν πλημμελησάντων γνησίᾳ διαθέσει· «Ἡμάρτηκα τῷ Κυρίῳ», ἀποκρίνεται τὸ Πνεῦμα τὸ ἅγιον· «Καὶ Κύριος ἀφῆκέν σοι τὴν ἁμαρτίαν· θάρσει, οὐ μὴ ἀποθάνῃς.» Γνώριζε οὖν, ὦ ἐπίσκοπε, τὸ ἀξίωμά σου, ὅτι ὡς τοῦ δεσμεῖν ἐκληρώσω τὴν ἐξουσίαν, οὕτως καὶ τοῦ λύειν. Ἐξουσίαν οὖν ἔχων τοῦ λύειν γνώριζε σεαυτὸν καὶ ἀξίως τοῦ τόπου σου ἐν τῷδε τῷ βίῳ ἀναστρέ φου, εἰδὼς ὅτι πλείονα αὐτὸς ἀπαιτηθήσῃ τὸν λόγον. «Ὣι γάρ, φησί, παρέθεντο πολύ, περισσότερον ἀπαιτήσου σιν παρ' αὐτοῦ.» Ἀναμάρτητος μὲν γὰρ ἀνθρώπων οὐδεὶς παρὲξ τοῦ γενομένου δι' ἡμᾶς ἀνθρώπου, ἐπεὶ γέγραπται· «Oὐδεὶς καθαρὸς ἀπὸ ·ύπου, οὐδ' ἂν μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ.» ∆ιὰ τοῦτο καὶ τῶν προγεγενημένων δικαίων τε καὶ πατριαρχῶν οἱ βίοι καὶ αἱ ἀναστροφαὶ ἀνεγράφησαν, οὐχ ἵνα ἐκείνους ὀνειδίζωμεν ἀναγινώσκοντες, ἀλλ' ἵνα ἡμεῖς μετανοῶμεν καὶ εὐέλπιδες γινώμεθα ὡς ἀφέσεως τευξόμενοι. Τὰ γὰρ ἐκείνων ·ύπη ἡμετέρα ἀσφάλεια καὶ παραίνεσις, ὅτι καὶ ἡμεῖς ἁμαρτήσαντες, ἐὰν μετανοήσωμεν, συγγνώμην ἕξομεν, ἐπεὶ γέγραπται· «Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας;» Oὐδεὶς γὰρ ἀναμάρτητος· σὺ οὖν κατὰ δύναμιν σπούδαζε ἀνεπίληπτος εἶναι, καὶ περὶ πάντων μερίμνα, μὴ διὰ σέ