τοῦ ἀλλοτρίου· διὸ καὶ ἀπαιτεῖται μὲν δίκην ὑπὲρ τῆς ἀναιρέσεως, αὐτὸς δὲ μόνος ζημιοῦται κατὰ ψυχήν. Τοῦτο γὰρ, οἶμαι, δηλοῖ, τό· Ὁ δὲ τετελυτηκὼς αὐτῷ ἔσται. Ἐὰν ἄνθρωπος κλέπτων ψυχὴν ἐκ τῶν ἀδελ φῶν αὑτοῦ, τῶν υἱῶν Ἰσραὴλ, καταδυνα στεύσας ἀποδῶται, ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος. Ὁ δι' ἀπάτης ὑφελὼν τὸν ὀρθὰ φρονεῖν ἑλόμενον, καὶ μετερχόμενον βίον ἐλεύθερον κακίας, καὶ καταδυναστεύσας καὶ ἀποδόμενος εἰς δουλείαν ἀσεβῶν δογμάτων, ἢ σωματικῶν παθῶν, ἀποθανεῖται θάνατον ψυχικόν. Ἐάν τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ ἢ ἀποδῶται, εʹ μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου. Καὶ ὁ μόσχος καὶ τὸ πρόβατον καθαρὰ ὁμοίως καὶ τῷ Θεῷ προσαγόμενα, καὶ ἄμφω τύπος τῶν καθαρθέντων διὰ τῆς εἰς Χριστὸν πίστεως καὶ τοῦ ἀγίου βαπτίσματος, καὶ Θεῷ προσαγομένων. ∆ιχηλοῦντες γὰρ καὶ οὗτοι ὡς διὰ πράξεως καὶ θεωρίας βαδίζοντες, καὶ μηρυκισμὸν ἀνάγοντες, ὡς τὴν παχυτέραν τοῦ λόγου τροφὴν καταλεπτύνοντες εἰς θεωρίαν ὑψηλοτέραν, καὶ ταῖς θείαις αὐλαῖς τῆς Ἐκκλησίας ἐνσεσηκισμένοι. Ἀλλ' ὁ μὲν μόσχος σύμβολον τῶν ὑψηλοτέρων· τὸ δὲ πρόβατον τῶν ὑποβεβηκότων· μείζων μὲν γὰρ ὁ μόσχος, μεῖον δὲ τὸ πρόβατον. Ἐάν τις τοιγαροῦν αἱρετικὸς κλέψῃ τινὰ τούτων λεληθότως, καὶ ἀπαγαγὼν τῆς εὐσεβείας ἀποκτείνῃ τῇ μαχαίρᾳ τῶν ἀσεβῶν δογμάτων, ἣ ἀποδῶται πά 77.1240 θεσι καταδουλοῦσιν αὐτὸν, ἀνάλογον τῇ προτέρᾳ ἀρετῇ τοῦ κλαπέντος, ἀποτίσει δίκην. Τοῦτο γὰρ δηλοῦται διὰ τῆς μείζονος ζημίας καὶ μείονος. Ἐὰν δὲ ἐν τῷ διορύγματι, φησὶν, εὑρεθῇ ὁ κλέπτης, [φ. δ. καὶ] πληγεὶς ἀποθάνῃ, οὐ λογισθήσεται φόνος. Τὸν γὰρ εὑρισκόμενον διορύττοντα τὴν Ἐκκλησίαν, ἵνα κλέψῃ ψυχὴν, εἰ τύχῃ τις ἀνελὼν, οὐκ ἐνέχεται φόνῳ, ὅσον ἐπὶ τῷ πολιτικῷ νόμῳ, ὡς φανερώτερον καὶ ἀναισχύντως λῃστεύοντα. Ἐὰν δὲ ἀνατείλῃ, φησὶν, ἐπ' αὐτὸν ὁ ἥλιος, ἔνοχος ἔσται ὁ ἀνελών. Εἰ γὰρ ἐπὶ τὸν, ὡς εἴρηται, κλέπτοντα ἀνατείλῃ ὁ ἥλιος τῆς μετανοίας καὶ τῆς εὐσεβείας, ἔνοχος ἔσται ὁ ἀνελὼν, ὡς εὐσεβῆ καὶ ὁμόπιστον ἀνῃρηκώς. Ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, φησὶ, πραθήτω ἀντὶ τοῦ κλέμματος. Τὸν γὰρ μὴ ἔχοντα λύτροις ἀποκρούεσθαι τὰ ἐγκλήματα κλέπτην, λέγω δὴ τρόπους μετανοίας καὶ ἀντισηκώσεως τῶν ἡμαρτημένων, ἄτιμον οἶδεν ὁ λόγος· ὁ γὰρ πιπρασκόμενος, ἄτιμος. Ἐὰν δὲ καταληφθῇ, φησὶ, καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα, διπλοῦν ἀποτίσει. Μή πω γὰρ ἀποκομίσας εἰς ὄλεθρον, ὀλίγην ὑποστήσεται ζημίαν· ἀναλήψεται γὰρ πάλιν τὸ οἰκεῖον ὁ δεσπότης, καὶ προσαπαιτήσει τὸν κλέπτην λόγους τῆς κλοπῆς. Ἐκέλευσεν ὁ διὰ Μωσέως νόμος μὴ ἐξελθεῖν εἰς πόλεμον, μήτε τὸν οἰκοδομήσαντα οἰκίαν καινὴν, καὶ μὴ ἐγκαινίσαντα αὐτὴν, μήτε τὸν φυτεύσαντα ἀμπελῶνα, καὶ μὴ εὐφρανθέντα ἀπ' αὐτοῦ, μήτε τὸν μνηστευσάμενον γυναῖκα, καὶ μὴ λαβόντα αὐτὴν, μήτε τὸν δειλὸν τῇ καρδίᾳ. Τύπος δὲ τοῦ μὲν κατοικίαν, ἀλλ' οὐ παροικίαν, τὸν παρόντα βίον ἡγουμένου, τὴν καινὴν οἰκίαν οἰκοδομήσανται· τοῦ δὲ φιλοκερδοῦς ὁ τὸν ἀμπελῶνα φυτεύσας· τοῦ φιλοσάρκου ὁ τὴν γυναῖκα μνηστευσάμενος. Ἢ καὶ ἑτέρως· Ὁ πρῶτος μὲν τοῦ φιλοδόξου. Ὁ δεύτερος δὲ τοῦ φιλαργύρου. Ὁ τρίτος δὲ τοῦ φιληδόνου. ∆ιὰ τῶν τριῶν δὲ τούτων τὰ τρία γενικὰ εἴδη τῆς κακίας ἐφαίνετο. Ὁ γὰρ δειλὸς τοῖς τρισὶ τούτοις ἐπιμερίζεται. ∆ειλοὶ γὰρ πάντες οἱ τούτοις ἐνεχόμενοι, καὶ οὐ μόνον ἀδόκιμοι πρὸς νοητὸν πόλεμον, ἀλλὰ καὶ ἄλλοις αἴτιοι γένοιντ' ἂν δειλίας καὶ φυγῆς. Ἐπιστρέφει γὰρ αὐτοὺς ἡ τῶν εἰρημένων παθῶν σχέσις, καὶ φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. ∆ιὸ καὶ ὁ μέγας Παῦλος ἐπιτιμῶν τοῖς κωλύουσιν αὐτὸν ἀναβαίνειν εἰς Ἱεροσόλυμα, ἕλεγε· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐὰν δέ τις λάβη γυναῖκα προσφάτως, οὐκ ἐξελεύσεται εἰς